Ἕκτορι μὲν Τροίη συγκάτθανεν, οὐδʼ ἔτι χεῖραςἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις·Πέλλα δʼ Ἀλεξάνδρῳ συναπώλετο. πατρίδες ἆραἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα.καὶ γενέταν τοῦ νέρθε καὶ οὔνομα καὶ χθόνα φώνει,στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔθανε. —“πατὴρ μὲν Πρίαμος, γᾶ δʼ Ἴλιον, οὔνομα δʼ Ἕκτωρ,ὦνερ, ὑπὲρ πάτρας δʼ ὤλετο μαρνάμενος.”Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾅσεται αἰὼν,Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενου·σῆμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσινύμφαι, ἀπεχθομένης Ἰλίου ἀντιπέρας·δένδρα δὲ δυσμήνιτα, καὶ ἢν ποτὶ τεῖχος ἴδωσιΤρώιον, αὐαλέαν φυχλλοχοεῦντι κόμην,ὅσσος ἐν ἡρώεσσι τότʼ ἦν χόλος, εἰ μέρος ἀκμὴνἐχθρὸν ἐν ἀψύχοις σώζεται ἀκρεμόσιν ;τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὃν ποτʼ Ἀχαιοὶδώμησαν, Τρώων δεῖμα καὶ ἐσσομένωναἰγιαλῷ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσηςκυδαίνοιτο πάις τῆς ἁλίας Θέτιδος.ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω,χαίρετον, Αἰακίδη, καὶ σύ, Μενοιτιάδη.ἡδυεπὴς Νέστωρ Πύλιος Νηλήιος ἥρωςἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.ἅδʼ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαιΑἴαντος τύμβῳ κειραμένα πλοκάμους,θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρʼ Ἀχαιοῖςἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.σῆμα παρʼ Αἰάντειον ἐπὶ Ῥοιτηίσιν ἀκταῖςθυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα,ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν ὅττι Πελασγῶνοὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος.τεύχεα δʼ ἂν λέξειεν Ἀχιλλέος· “ἄρσενος ἀκμᾶς,οὐ σκολιῶν μύθων ἄμμες ἐφιέμεθα.”μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας,νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρην·οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν,οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·ἀλλʼ αὔτως προβλής τε καὶ ἔμπεδος, ὥς τις ἐρίπναἱδρυθείς, ἔτλης λαίλαπα δυσμενέων.