ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο.Ἡράκλειτος ἐγώ· τί μʼ ἄνω κάτω ἕλκετʼ ἄμουσοι;οὐχ ὑμῖν ἐπόνουν, τοῖς δʼ ἔμʼ ἐπισταμένοις.εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δʼ ἀνάριθμοιοὐδείς. ταῦτʼ αὐδῶ καὶ παρὰ Περσεφόνῃ.ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες, ἄνδρα τύραννονκτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέανἀλλʼ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳκόψε· τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρʼ Ἀθηνῶνἔκ ποτʼ ἰὼν καθʼ ὁδὸν πρέσβυς ἐὼν ἔθανες·εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺμέν πουΠαλλάδος ἄστυ φύγες, Πλουτέα δʼ οὐκ ἔφυγες.Πρωταγόρην λόγος ὧδε θανεῖν φέρει· ἀλλὰ γὰρ † οὔτιἥκατο σῶμα γαῖαν, ψυχὰ δʼ ἇλτο σοφοῖς.καὶ σέο, Πρωταγόρη, σοφίης ἴδμεν βέλος ὀξύ,ἀλλʼ οὐ τιτρῶσκον, † "ὢν δὲ γλυκὺ {"κρῆμα.˘πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι·πτίσσετʼ, Ἀνάξαρχος δʼ ἐν Διός ἐστι πάλαι·καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξειῥήματα Περσεφόνη· ἔρρε μυλωθρὲ κακέ.ἐνθάδε Γοργίου ἡ κεφαλὴ κυνικοῦ κατάκειμαι,οὐκέτι χρεμπτομένη, οὔτʼ ἀπομυσσομένη.Θεσσαλὸς Ἱπποκράτης, Κῷος γένος, ἐνθάδε κεῖται,Φοίβου ἀπὸ ῥίζης ἀθανάτου γεγαώς.πλεῖστα τρόπαια νόσων στήσας ὅπλοις Ὑγιείης,δόξαν ἑλὼν πολλῶν οὐ τύχᾳ, ἀλλὰ τέχνᾳ.ἥρωος Πριάμου βαιὸς τάφος· οὐχ ὅτι τοίουἄξιος, ἀλλʼ ἐχθρῶν χερσὶν ἐχωννύμεθα.μή με τάφῳ σύγκρινε τὸνἝκτορα, μηδʼ ἐπὶ τύμβῳμέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον,Ἰλιάς, τὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶφεύγοντες — τούτοις πᾶσιν ἐχωννύμεθα·[εἰ δʼ ὀλίγην ἀθρεῖς ἐπʼ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος·Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.]Ἕκτορ Ὁμηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις,θειοδόμου τείχευς ἕρκος ἐρυμνότατον,ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ θανόντος,Ἕκτορ, ἐσιγήθη καὶ σελὶς Ἰλιάδος.