αἵρεσιν ἀτρέστου αἵρεσιν ἐλευθερίης.εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ἦν καὶ ὁ Κάδμοςκεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα.τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρωςπολλὰ καμὼν ἐλύθη μένων ἄσιτοςοἱ δʼ ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γᾶν ἀλοήσας,ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμακεῖνʼ, ἐφʼ ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην.καὶ ποτέ μιν στυφελιζομένου σκύλακος παριόνταφασὶν ἐποικτεῖραι, καὶ τόδε φάσθαι ἔπος·“ παῦσαι, μηδὲ ῥάπιζʼ, ἐπειὴ φίλου ἀνέρος ἐστὶψυχή, τὴν ἔγνων, φθεγξαμένης ἀίων.”οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς·τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη;ἀλλʼ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇδὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν.αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη,καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις;χωρίον ἦν κυάμων ἵνα μὴ τούτους δὲ πατήσῃἐξ Ἀκραγαντίνων κάτθανʼ ἐνὶ τριόδῳ.καὶ σὺ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήραςπῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατονοὐκ ἐρέω δʼ ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης,ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτʼ ἀμάξηςἔκπεσε, καὶ μηρὸν κλάσσατο δεξιτερὸνεἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν,πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων,καὶ πόντος ποταμῶν μείζονʼ ἔχει δύναμιν,φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον,ὃν πατρὶς ἐστεφάνωσ’ ἅδε Συρακοσίων.τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύεινεἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς.οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη,ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆνὧδε διαντλήσας δύσμορος, εἶτʼ ἔθανενσῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι, φέγγος