γράψασθαι, Δηοῦς μύστιδος ὢν πρόπολος,ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτʼ ἀκονιτὶἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.καὶ πῶς εἰ μὴ Φοῖβος ἀνʼ Ἑλλάδα φύσε Πλάτωνα,ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρσώματος, ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,τὸν μὲν ἵνα ψυχήν, τὸν δʼ ἵνα σῶμα σάοιδαισάμενος δὲ γάμον, πόλιν ἤλυθεν ἥν ποθʼ ἑαυτῷἔκτισε, καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη,ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενονδὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηροςἦν δέμας, εἶτʼ ἀνεθεὶς κάτθανε πηρομελής.λεπτὸς ἀνὴρ δέμας ἦν — εἰ μὴ προσέχῃς, ἀπόχρη μοι·Στράτωνα τοῦτʼ οὖν φημί γε,Λάμψακος ὃν ποτʼ ἔφυσεν ἀεὶ δὲ νόσοισι παλαίωνθνῄσκει λαθὼν, οὐδʼ ᾔσθετο.οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴςκάτθανε· θαυμάζω τοῦτο μάλιστα δʼ ἐγώ,τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶνἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριονἰὸν ἔχουσα πολὺνἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων,ἀλλʼ ἀίδην μέλανα.ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη,ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκωνἀλλὰ διεψεύσθης σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν, ἑάλως.τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκώς,ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν.ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως· τί δὲ τοῦτο;πάντως εἰς ἀίδην δεῖ τινʼ ὁδηγὸν ἔχειν.Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόροςἐς Ἄϊδος; ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ,