ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρονἤκαχον, ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι·νέκταρι δʼ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο,καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι,ὅττι Θέτιν κύδηνε καὶ υἱέα, καὶ μόθον ἄλλωνἡρώων, Ἰθακοῦ τʼ ἔργματα Λαρτιάδεω.ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθεβαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων.τὰν μερόπων Πειθώ, τὸ μέγα στόμα, τὰν ἴσα Μούσαιςφθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεωἅδʼ ἔλαχον νασῖτις Ἴου σπιλάς· οὐ γὰρ ἐν ἄλλᾳἱερόν, ἀλλʼ ἐν ἐμοί, πνεῦμα θανὼν ἔλιπεν,ᾧ νεῦμα Κρονίδαο τὸ παγκρατές, ᾦ καὶ Ὄλυμπονκαὶ τὰν Αἴαντος ναύμαχον εἶπε βίαν,καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα, πώλοιςὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ.εἰ δʼ ὀλίγα κρύπτω τὸν ταλίκον, ἴσθʼ ὅτι κεύθεικαὶ Θέτιδος γαμέταν ἁ βραχύβωλος Ἴκος.εἰ καὶ βαιὸς ὁ τύμβος, ὁδοιπόρε, μή με παρέλθῃς,ἀλλὰ κατασπείσας, ἶσα θεοῖσι σέβου·τὸν γὰρ Πιερίδεσσι τετιμένον ἔξοχα Μούσαιςποιητὴν ἐπέων θεῖον Ὅμηρον ἔχω.ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει,ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον,κλεινὸς ἐπʼ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ.εἰ δʼ ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος,μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος·καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλοςμητρὸς ἀπʼ ὠδίνων δέξατο Λητοΐδην.Οὐδʼ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρονστήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς,οὐκ εἴμʼ οὐδʼ ἔσομαι Σαλαμίνιος, οὐδʼ ὁ ΜέλητοςΔμησαγόρου· μὴ ταῦτʼ ὄμμασιν Ἑλλὰς ἴδοι.ἄλλον ποιητὴν βασανίζετε· τἀμὰ δέ, Μοῦσαικαὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετʼ ἔπη.ἡρώων κάρυκʼ ἀρετᾶς, μακάρων δὲ προφήταν,Ἑλλάνων βιοτᾷ δεύτερον ἀέλιον,Μουσῶν φέγγος Ὅμηρον, ἀγήραντον στόμα κόσμουπαντός, ἁλιρροθία, ξεῖνε, κέκευθε κόνις.