Γλαύκων καὶ Κορύδων, οἱ ἐν οὔρεσι βουκολέοντες,Ἀρκάδες ἀμφότεροι, τὸν κεραὸν δαμάληνΠανὶ φιλωρείτᾳ Κυλληνίῳ αὐερύσαντεςἔρρεξαν, καὶ οἱ δωδεκάδωρα κέραἅλῳ μακροτένοντι ποτὶ πλατάνιστον ἔπαξανεὐρεῖαν, νομίῳ καλὸν ἄγαλμα θεῷ.Δοῦρας Ἀλεξάνδροιο· λέγει δέ σε γράμματʼ ἐκεῖνονἐκ πολέμου θέσθαι σύμβολον Ἀρτέμιδιὅπλον ἀνικήτοιο βραχίονος. ἆ καλὸν ἔγχος,ᾧ πόντος καὶ χθὼν εἶκε κραδαινομένῳ.ἵλαθι, δοῦρας ἀταρβές· ἀεὶ δέ σε πᾶς τις ἀθρήσαςταρβήσει, μεγάλης μνησάμενος παλάμης.Δηοῖ λικμαίῃ καὶ ἐναυλακοφοίτισιν ὭραιςἩρῶναξ πενιχρῆς ἐξ ὀλιγηροσίηςμοῖραν ἀλωΐτα στάχυος, πάνσπερμά τε ταῦταὄσπριʼ ἐπὶ πλακίνου τοῦδʼ ἔθετο τρίποδος,ἐκ μικρῶν ὀλίγιστα· πέπατο γὰρ οὐ μέγα τοῦτοκληρίον ἐν λυπρῇ τῇδε γεωλοφίῃ.κόψας ἐκ φηγοῦ σε τὸν αὐτόφλοιον ἔθηκενΠᾶνα Φιλοξενίδης, ὁ κλυτὸς αἰγελάτης,θύσας αἰγιβάτην πολιὸν τράγον, ἔν τε γάλακτιπρωτογόνῳ βωμοὺς τοὺς ἱεροὺς μεθύσας.ἀνθʼ ὧν ἐν σηκοῖς διδυμητόκοι αἶγες ἔσονταιγαστέρα, φεύγουσαι τρηχὺν ὀδόντα λύκου,λαμπάδα, τὴν κούροις ἱερὴν ἔριν, ὠκὺς ἐνέγκας,οἷα Προμηθείης μνῆμα πυροκλοπίης,νίκης κλεινὸν ἄεθλον, ἔτʼ ἐκ χερὸς ἔμπυρον Ἑρμῇθῆκεν † ὁμωνυμίῃ παῖς πατρὸς Ἀντιφάνης.ξίφη τὰ πολλῶν κνωδάλων λαιμητόμαπυριτρόφους τε ῥιπίδας πορηνέμους,ἠθμόν τε πουλύτρητον, ἠδὲ τετράπουνπυρὸς γέφυραν, ἐσχάρην κρεηδόκον,ζωμήρυσίν τε τὴν λίπους ἀφρηλόγον,ὁμοῦ κρεάγρῃ τῇ σιδηροδακτύλῳ,βραδυσκελὴς Ἥφαιστε, σοὶ Τιμασίωνἔθηκεν, ἀκμῆς γυῖον ὠρφανωμένος.Ῥοιὴν ξανθοχίτωνα, γεραιόφλοιά τε σῦκα,καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον,μῆλὸν θʼ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ,καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων,