ἤ τινα μὴ φιλέειν, ἢ ταχὺ πειθομένην.ἀσπίδα ταυρείην, ἔρυμα χροός, ἀντιβίων τεπολλάκις ἐγχείην γευσαμένην χολάδων,καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ στέρνοιο χιτῶνα,καὶ κόρυν, ἱππείαις θριξὶ δασυνομένηνἄνθετο Λυσίμαχος γέρας Ἄρεϊ, γηραλέον νῦνἀντὶ πανοπλίης βάκτρον ἀμειψάμενος.αὐλοὺς Πανὶ Μελίσκος· ὁ δʼ ἔννεπε μὴ γέρας αἴρειντούτοις· ἐκ καλάμων οἶστρον ἐπεσπασάμην,τὴν κιθάρην Εὔμολπος ἐπὶ τριπόδων ποτὲ Φοίβῳἄνθετο, γηραλέην χεῖρʼ ἐπιμεμφόμενος,εἶπε δέ· “μὴ ψαύσαιμι λύρης ἔτι, μηδʼ ἐθελήσωτῆς πάρος ἁρμονίης ἐμμελέτημα φέρειν .ἠϊθέοις μελέτω κιθάρης μίτος· ἀντὶ δὲ πλήκτρουσκηπανίῳ τρομερὰς χεῖρας ἐρεισάμεθα.”Ζηνὶ τόδʼ ὀμφάλιον σάκεος τρύφος, ᾧ ἔπι λαιὰνἔσχεν ἀριστεύων, ἄνθετο Νικαγόρας·πᾶν δὲ τὸ λοιπὸν ἄκοντες, ἰσήριθμός τε χαλάζῃχερμὰς καὶ ξιφέων ἐξεκόλαψε γένυς.ἀλλὰ καὶ ἀμφίδρυπτον ἐὸν τόδε χειρὶ μεναίχμᾳσῴζετο Νικαγόρᾳ, σῷζε δὲ Νικαγόραν.θεσμὸν τὸν Σπάρτας μενεφύλοπιν ἀμφὶ βοείᾳτῇδέ τις ἀθρήσει πάντα φυλασσόμενον.τὸν θώ, καὶ τὰς κνῆ, τὰν τʼ ἀσπίδα, καὶ δόρυ,, καὶ κρᾶ,Γορδιοπριλάριος ἄνθετο Τιμοθέῳ.κνημῖδας, θώρηκα, σάκος;, κόρυν, ἔγχος ἈθήνῃῬοῦφος Μεμμιάδης Γέλλιος ἐκρέμασεν.ἄνθετό σοι κορύνην καὶ νεβρίδας ὑμέτερος Πάν,εὔιε, καλλείψας σὸν χορὸν ἐκ Παφίης.ἠχὼ γὰρ φιλέει, καὶ πλάζεται ἀλλὰ σύ, Βάκχε,ἵλαθι τῷ ξυνὴν ἀμφιέποντι τύχην.αὐτή σοι Κυθέρεια τὸν ἱμερόεντʼ ἀπὸ μαστῶν,Ἰνώ, λυσαμένη κεστὸν ἔδωκεν ἔχειν,ὡς ἂν θελξινόοισιν ἀεὶ φίλτροισι δαμάζῃςἀνέρας· ἐχρήσω δʼ εἰς ἐμὲ πᾶσι μόνον.ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε,χοιράσι καὶ τρηχεῖ τερπόμενε σκοπέλῳ,σοὶ Πάρις ὀστρακόδερμον ὑπʼ εὐθήροισι δαμένταὁ γριπεὺς καλάμοις κάραβον ἐκρέμασεν.σάρκα μὲν ἔμπυρον αὐτὸς ὑφʼ ἡμίβρωτον ὀδόντα