αἰπόλος ἀγγείλῃ γήραος ἀδρανίην.Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρωνπολλὰ τανυκραίρων στέρνα χαραξαμένη,ἡ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις,παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη,ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης,Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη.θῆκα δέ σοι τάδε ῥόπτρα· παραρρίψασα δὲ κισσόν,χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.Ἄνδροκλος, ὤπολλον, τόδε σοὶ κέρας, ᾧ ἐπὶ πουλὺνθῆρα βαλὼν, ἄγρας εὔσκοπον εἶχε τύχην.οὔποτε γὰρ πλαγκτὸς γυρᾶς ἐξᾶλτο κεραίαςἰὸς ἐπʼ ἠλεμάτῳ χειρὸς ἑκηβολίᾳ·ὁσσάκι γὰρ τόξοιο παναγρέτις ἴαχε νευρά,τοσσάκις ἦν ἀγρεὺς ἠέρος ἢ ξυλόχου.ἀνθʼ ὧν σοὶ τόδε, Φοῖβε, τὸ Λύκτιον ὅπλον ἀγινεῖ,χρυσείαις πλέξας μείλιον ἀμφιδέαις.σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι,τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠιόνα,νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι,θῆκε δὲ σοὶ προτέρης λείψανον ἡλικίης.ἀλλά, θεά, δύνασαι γὰρ ἢ ἡβητῆρά με τεῦξον,ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.Οἰνοπότας Ξενοφῶν κενεὸν πίθον ἄνθετο, Βάκχεδέχνυσο δʼ εὐμενέως· ἄλλο γὰρ οὐδὲν ἔχει.τὼς τρητὼς δόνακας, τὸ νάκος τόδε, τάν τε κορύνανἄνθεσο Πανὶ φίλῳ, Δάφνι γυναικοφίλα.ὦ Πάν, δέχνυσο δῶρα τὰ Δάφνιδος· ἶσα γὰρ αὐτῷκαὶ μολπὰν φιλέεις καὶ δύσερως τελέθεις.ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀροτρεὺςἀντʼ εὐεργεσίης ἄνθετό σοι τεμένη.βόσκε δʼ, ἔφη, “ χαίρων τὰ σὰ ποίμνια, καὶ σέο χώρηνδέρκεο τὴν χαλκῷ μηκέτι τεμνομένην.αἴσιον εὑρήσεις τὸ ἐπαύλιον ἐνθάδε γάρ σοιἠχὼ τερπομένη καὶ γάμον ἐκτελέσει.”Δαφνιακῶν βίβλων Ἀγαθία ἡ ἐννεάς εἰμι·ἀλλὰ μʼ ὁ τεκτήνας ἄνθετο σοί, Παφίη·οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον Ἔρωτι,ὄργια τοσσατίων ἀμφίέπουσα πόθων.αἰτεῖ δʼ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη