καὶ λίθος εὐσχιδέων θηγαλέη καλάμων,σὺν καλάμοις ἄγγος τε μελανδόκον, οἷσι φυλάσσειαἰὼν ἐσσομένοις γῆρυν ἀποιχομένων.δέχνυσο καὶ γλυπτῆρα σιδήρεον ᾧ θρασὺς Ἄρηςσὺν Μούσαις ἰδίην δῶκε διακτορίην,Ἑρμείη· σὰ γὰρ ὅπλα· σὺ δʼ ἀδρανέος Φιλοδήμουἴθυνε ζωήν, λειπομένοιο βίου.νῆα Ποσειδάωνι πολύπλανος ἄνθετο Κράντας,ἔμπεδον ἐς νηοῦ πέζαν ἐρεισάμενος,αὔρης οὐκ ἀλέγουσαν ἐπὶ χθονός· ἧς ἔπι Κράνταςεὐρὺς ἀνακλινθεὶς ἄτρομον ὕπνον ἔχει.νῆά σοι, ὦ πόντου βασιλεῦ καὶ κοίρανε γαίης,ἀντίθεμαι Κράντας, μηκέτι τεγγομένην,νῆα, πολυπλανέων ἀνέμων πτερόν, ἧς ἔπι δειλὸςπολλάκις ὠισάμην εἰσελάαν Ἀίδῃ·πάντα δʼ ἀπειπάμενος, φόβον, ἐλπίδα, πόντον, ἀέλλας,πιστὸν ὑπὲρ γαίης ἴχνιον ἡδρασάμην.σοὶ τὰ λιποστεφάνων διατίλματα μυρία φύλλων,σοὶ τὰ νοοπλήκτου κλαστὰ κύπελλα μέθης,βόστρυχα σοὶ τὰ μύροισι δεδευμένα, τῇδε κονίῃσκῦλα ποθοβλήτου κεῖται Ἀναξαγόρα,σοὶ τάδε, Λαΐς, ἅπαντα· παρὰ προθύροις γὰρ ὁ δειλὸςτοῖσδε σὺν ἀκρήβαις πολλάκι παννυχίσας,οὐκ ἔπος, οὐ χαρίεσσαν ὑπόσχεσιν, οὐδὲ μελιχρῆςἐλπίδος ὑβριστὴν μῆθον ἐπεσπασατο·φεῦ φεῦ, γυιοτακὴς δὲ λιπὼν τάδε σύμβολα κώμων,μέμφεται ἀστρέπτου κάλλεϊ θηλυτέρης.εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρηςβακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον·ἀγρονόμῳ δʼ ἀγόρευσα, καὶ ἔδρακεν ἀπροϊδὴς δὲἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ.εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· “ἆ τάχα Βάκχῳλοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.”Δάφνις ὁ συρικτὰς τρομερῷ περὶ γήραϊ κάμνων,χειρὸς ἀεργηλᾶς τάνδε βαρυνομέναςΠανὶ φιλαγραύλῳ νομίαν ἀνέθηκε κορύναν,γήραϊ ποιμενίων παυσάμενος καμάτων.εἰσέτι γὰρ σύριγγι μελίσδομαι, εἰσέτι φωνὰἄτρομος ἐν τρομερῷ σώματι ναιετάει.ἀλλὰ λύκοις σίντῃσιν ἀνʼ οὔρεα μή τις ἐμεῖο