καὶ σκληρῶν ἀκόνην τρηχαλέην καλάμων,καὶ πλατὺν ὀξυντῆρα μεσοσχιδέων δονακήων,καὶ κανόνα γραμμῆς ἰθυπόρου ταμίην,καὶ χρόνιον γλυπτοῖσι μέλαν πεφυλαγμένον ἄντροις,καὶ γλυφίδας καλάμων ἄκρα μελαινομένωνἙρμείῃ Φιλόδημος, ἐπεὶ χρόνῳ ἐκκρεμὲς ἤδηἦλθε κατʼ ὀφθαλμῶν ῥυσὸν ἐπισκύνιον.τὸν τροχόεντα μόλιβδον, ὃς ἀτραπὸν οἶδε χαράσσεινὀρθὰ παραξύων ἰθυτενῆ κανόνα,καὶ χάλυβα σκληρὸν καλαμηφάγον, ἀλλὰ καὶ αὐτὸνἡγεμόνα γραμμῆς ἀπλανέος κανόνα,καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόνταθήγεται ἀμβλυνθεὶς ἐκ δολιχογραφίης,καὶ βυθίην Τρίτωνος ἁλιπλάγκτοιο χαμεύνην,σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος,καὶ κίστην πολύωπα μελανδόκον, εἰν ἑνὶ πάνταεὐγραφέος τέχνης ὄργανα ῥυομένην,Ἑρμῇ Καλλιμένης, τρομερὴν ὑπὸ γήραος ὄκνῳχεῖρα καθαρμόζων ἐκ δολιχῶν καμάτων.ἄβροχον ἀπλανέος μόλιβον γραπτῆρα κελεύθου,ἧς ἔπι ῥιζοῦται γράμματος ἁρμονίη,καὶ κανόνα τροχαλοῖο κυβερνητῆρα μολίβδου,καὶ λίθακα τρητὴν σπόγγῳ ἐειδομένην,καὶ μέλανος σταθεροῖο δοχήιον, ἀλλὰ καὶ αὐτῶνεὐγραφέων καλάμων ἀκροβαφεῖς ἀκίδας,σπόγγον, ἁλὸς βλάστημα, χυτῆς λειμῶνα θαλάσσης,καὶ χαλκὸν δονάκων τέκτονα λεπταλέων,ἐνθάδε Καλλιμένης φιλομειδέσιν ἄνθετο Μούσαις,γήραϊ κεκμηὼς ὄμματα καὶ παλάμην.Ἀκλινέας γραφίδεσσιν ἀπιθύνοντα πορείαςτόνδε μόλιβδον ἄγων, καὶ μολίβου κανόνασύνδρομον ἡνιοχῆα, πολυτρήτου τʼ ἀπὸ πέτρηςλᾶαν, ὃς ἀμβλεῖαν θῆγε γένυν καλάμου,σὺν δʼ αὐτοῖς καλάμοισι μέλαν, μυστήρια φωνῆςἀνδρομέης, σμίλης τʼ ὀξυτόμον κοπίδα,Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνος ὄμματος αὐγὴνἀμβλύνας παλάμῃ δῶκεν ἐλευθερίην.αὔλακας ἰθυπόρων γραφίδων κύκλοισι χαράσσωνἄνθεμά σοι τροχόεις οὗτος ἐμὸς μόλιβος,καὶ μολίβῳ χρωστῆρι κανὼν τύπον ὀρθὸν ὀπάζων,