Τεῦκρος Ἄραψ, καὐτὰν ἀγρότιν αἰγανέαν.αἰχμῇ δʼ ἡμιβρῶτι τύποι μίμνουσιν ὀδόντων,ᾇ ἔπι βρυχητὰν θὴρ ἐκένωσε χόλον.ὑδριάδες Νύμφαι δὲ σὺν ὑλονόμοισι χορείανστᾶσαν, ἐπεὶ καὐτὰς πολλάκις ἐξεφόβει.λέκτρα μάτην μίμνοντα καὶ ἄπρηκτον σκέπας εὐνῆςἄνθετο σοί, Μήνη, σὸς φίλος Ἐνδυμίων,αἰδόμενος· πολιὴ γὰρ ὅλου κρατέουσα καρήνουοὐ σῴζει προτέρης ἴχνιον ἀγλαΐης.τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα,Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη·εὕρετο γὰρ μνηστῆρα τὸν ἤθελε, καὶ λάχεν ἥβηνσώφρονα, καὶ τεκέων ἄρσεν ἔτικτε γένος.ἀντὶ βοὸς χρυσέου τʼ ἀναθήματος Ἴσιδι τούσδεθήκατο τοὺς λιπαροὺς Παμφίλιον πλοκάμους·ἡ δὲ θεὸς τούτοις γάνυται πλέον, ἤπερ Ἀπόλλωνχρυσῷ, ὃν ἐκ Λυδῶν Κροῖσος ἔπεμψε θεῷ.ὦ ξυρὸν οὐράνιον, ξυρὸν ὄλβιον, ᾧ πλοκαμῖδαςκειραμένη πλεκτὰς ἄνθετο Παμφίλιον,οὔ σέ τις ἀνθρώπων χαλκεύσατο· πὰρ δὲ καμίνῳἩφαίστου, χρυσέην σφῦραν ἀειραμένηἡ λιπαροκρήδεμνος, ἵνʼ εἴπωμεν καθʼ Ὅμηρον,χερσί σε ταῖς ἰδίαις· ἐξεπόνησε Χάρις.κυκλοτερῆ μόλιβον. σελίδων σημάντορα πλευρῆς,καὶ σμίλαν, δονάκων ἀκροβελῶν γλυφίδα,καὶ κανονῖδʼ ὑπάτην, καὶ τὴν παρὰ θῖνα κίσηριν,αὐχμηρὸν πόντου τρηματόεντα λίθον,Καλλιμένης Μούσαις, ἀποπαυσάμενος καμάτοιο,θῆκεν ἐπεὶ γήρᾳ κανθὸς ἐπεσκέπετο.Γραμμοτόκῳ πλήθοντα μελάσματι κυκλομόλιβδονκαὶ κανόνα γραφίδων Ἰθντάτων φύλακα,καὶ γραφικοῖο δοχεῖα κελαινοτάτοιο ῥεέθρου,ἄκρα τε μεσσοτόμους εὐγλυφέας καλάμους,τρηχαλέην τε λίθον, δονάκων εὐθηγέα κόσμον,ἔνθα περιτριβέων ὀξὺ χάραγμα πέλει,καὶ γλύφανον καλάμου, πλατέος γλωχῖνα σιδήρου,ὅπλα σοὶ ἐμπορίης ἄνθετο τῆς ἰδίηςκεκμηὼς Μενέδημος ὑπʼ ἀχλύος ὄμμα παλαιόν,Ἑρμεία· σὺ δʼ ἀεὶ φέρβε σὸν ἐργατίνην,Γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς,