ἄνθετο, χαλκοτύπου παυσάμενος μανίης,κύμβαλά τʼ ὀξύφθογγα, βαρυφθόγγων τʼ ἀλαλητὸναὐλῶν, οὓς μόσχου λοξὸν ἔκαμψε κέρας,τυμπανά τʼ ἠχήεντα, καὶ αἵματι φοινιχθένταφάσγανα, καὶ ξανθάς, τὰς πρὶν ἔσεισε, κόμας.ἵλαος, ὦ δέσποινα, τὸν ἐν νεότητι μανένταγηραλέον προτέρης παῦσον ἀγριοσύνηςοὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸνἧσο, Πανομφαίῳ Ζηνὶ μένουσ’ ἱερά·ἤδη γὰρ χαλκός τε γέρων, αὐτά τε τέτρυσαιπυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ.Εὔδημος τὸν νηὸν ἐπʼ ἀγροῦ τόνδʼ ἀνέθηκεντῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ·εὐξαμένῳ γάρ οἱ ἦλθε βοαθόος, ὄφρα τάχισταλικμήσῃ πεπόνων καρπὸν ἀπʼ ἀσταχύων.τὸν χαλκοῦν τέττιγα Λυκωρέϊ Λοκρὸς ἀνάπτειΕὔνομος, ἀθλοσύνας μνᾶμα φιλοστεφάνου.ἦν γὰρ ἀγὼν φόρμιγγος· ὁ δʼ ἀντίος ἵστατο Πάρθις·ἀλλʼ ὅκα δὴ πλάκτρῳ Λοκρὶς ἔκρεξε χέλυς,βραγχὸν τετριγυῖα λύρας ἀπεκόμπασε χορδά·πρὶν δὲ μέλος σκάζειν εὔποδος ἁρμονίας,ἁβρὸν ἐπιτρύζων κιθάρας ὕπερ ἕζετο τέττιξ,καὶ τὸν ἀποιχομένου φθόγγον ὑπῆλθε μίτου,τὰν δὲ πάρος λαλαγεῦσαν ἐν ἄλσεσιν ἀγρότιν ἀχὼπρὸς νόμον ἁμετέρας τρέψε λυροκτυπίας,τῷ σε, μάκαρ Λητῷε, τεῷ τέττιγι γεραίρει,χάλκεον ἱδρύσας ᾠδὸν ὑπὲρ κιθάρας.πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλωντᾶς καλυκοστεφάνου νυμφίος ΕὐρυνόμαςἙρμοφίλας ἀνέθηκεν ὁ βωκόλος· ἀλλὰ δέχεσθεἀντʼ αὐτᾶς πακτάν, ἀντʼ ἐμέθεν τὸ μέλι.Κισσοκόμαν Βρομίῳ Σάτυρον σεσαλαγμένον οἴνῳἀμπελοεργὸς ἀνὴρ ἄνθετο Ληναγόρας·τῷ δὲ καρηβαρέοντι δορήν, τρίχα, κισσόν, ὀπώπην,πάντα λέγοις μεθύειν, πάντα συνεκλέλυται·καὶ φύσιν ἀφθόγγοισι τύποις μιμήσατο τέχνη,ὕλης ἀντιλέγειν μηδὲν ἀνασχομένης.σοὶ τόδε πενταίχμοισι ποδῶν ὡπλισμένον ἀκμαῖς,ἀκροχανές, φοινῷ κρατὶ συνεξερύσαν,ἄνθετο δέρμα λέοντος ὑπὲρ πίτυν, αἰγιπόδη Πάν,