κοιλάδος ἐκ δροσερῆς ἀμφιβίῳ στόματι.φωνὴν δʼ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπωνεὗρε πόσιν γλυκερῶν ὧν ἐπόθει ναμάτων.Γλευκοπόταις Σατύροισι καὶ ἀμπελοφύτορι ΒάκχῳἩρῶναξ πρώτης δράγματα φυταλιῆς,τρισσῶν οἰνοπέδων τρισσοὺς ἱερώσατο τούσδε,ἐμπλήσας οἴνου πρωτοχύτοιο, κάδους·ὧν ἡμεῖς σπείσαντες, ὅσον θέμις, οἴνοπι Βάκχῳκαὶ Σατύροις, Σατύρων πλείονα πιόμεθα.ὀξέσι λαχνήεντα δέμας κέντροισιν ἐχῖνονῥαγολόγον, γλυκερῶν σίντορα θειλοπέδων,σφαιρηδὸν σταφυλῇσιν ἐπιτροχάοντα δοκεύσας,Κώμαυλος Βρομίῳ ζωὸν ἀνεκρέμασεν.τὰν πρὶν Ἐνυαλίοιο καὶ Εἰράνας ὑποφᾶτιν,μέλπουσαν κλαγγὰν βάρβαρον ἐκ στομάτων,χαλκοπαγῆ σάλπιγγα, γέρας Φερένικος Ἀθάνᾳ.λήξας καὶ πολέμου καὶ θυμέλας, ἔθετο.κερκίδα τὴν φιλαοιδὸν Ἀθηναίῃ θέτο Βιττὼἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,εἶπε δέ· “ χαῖρε, θεά, καὶ τήνδʼ ἔχε· χήρη ἐγὼ γὰρτέσσαρας εἰς ἐτέων ἐρχομένη δεκάδας,ἀρνεῦμαι τὰ σὰ δῶρα· τὰ δʼ ἔμπαλι Κύπριδος ἔργωνἅπτομαι· ὥρης γὰρ κρεῖσσον ὁρῶ τὸ θέλειν.”κερκίδα τὴν φιλοεργὸν Ἀθηναίῃ θέτο Βιττὼἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,πάντας ἀποστύξασα γυνὴ τότε τοὺς ἐν ἐρίθοιςμόχθους καὶ στυγερὰς φροντίδας ἱστοπόνωνεἶπε δʼ Ἀθηναίῃ· “ τῶν Κύπριδος ἅψομαι ἔργων,τὴν Πάριδος κατὰ σοῦ ψῆφον ἐνεγκαμένη·”χάλκεός εἰμι τρίπους· Πυθοῖ δʼ ἀνάκειμαι ἄγαλμα,καὶ μʼ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς·Τυδείδης δʼ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,νικήσας ἵπποισιν ἐπὶ πλατὺν Ἑλλήσποντον.τόνδε ποθʼ Ἕλληνες ῥώμῃ χερός, ἔργῳ Ἄρηος,εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμονἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.μῆτερ ἐμή Ῥείη, Φρυγίων θρέπτειρα λεόντων,Δίνδυμον ἧς μύσταις οὐκ ἀπάτητον ὄρος,σοὶ τάδε θῆλυς Ἄλεξις ἑῆς οἰστρήματα λύσσης