καὶ κώπην, ἅλμης τὴν μεθύουσαν ἔτι,κητοφόνον τε τρίαιναν, ἐν ὕδασι καρτερὸν ἔγχος,καὶ τὸν ἀεὶ φελλοῖς κύρτον ἐλεγχόμενον,ἄγκυράν τε, νεῶν στιβαρὴν χέρα, καὶ φιλοναύτηνσπέρμα πυρὸς σῴζειν πέτρον ἐπιστάμενον,ἀρχιθάλασσε Πόσειδον, Ἀμύντιχος ὕστατα δῶραθήκατʼ, ἐπεὶ μογερῆς παύσαθʼ ἁλιπλανίης.αἱ τρισσαί, Σατύρη τε, καὶ Ἡράκλεια, καὶ Εὐφρώ,θυγατέρες Ξούθου καὶ Μελίτης, Σάμιαι·ἁ μέν, ἀραχναίοιο μίτου πολυδινέα λάτριν,ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας·ἁ δὲ πολυσπαθέων μελεδήμονα κερκίδα πέπλωνεὔθροον ἁ τριτάτα δʼ εἰροχαρῆ τάλαρονοἷς ἔσχον· χερνῆτα βίον δηναιόν, Ἀθάναπότνια, ταῦθʼ αἱ σαὶ σοὶ θέσαν ἐργάτιδες.τὼ βόε μοι· σῖτον δὲ τετεύχατον ἵλαθι, Δηοῖ,δέχνυσο δʼ ἐκ μάζης, οὐκ ἀπὸ βουκολίωνδὸς δὲ βόε ζώειν ἐτύμω, καὶ πλῆσον ἀρούραςδράγματος, ὀλβίστην ἀντιδιδοῦσα χάριν.σῷ γὰρ ἀρουροπόνῳ Φιλαλήθεϊ τέτρατος ἤδηὀκτάδος ἑνδεκάτης ἐστὶ φίλος λυκάβας,οὐδέποτʼ ἀμήσαντι Κορινθικόν, οὔ ποτε πικρᾶςτῆς ἀφιλοσταχύου γευσαμένῳ πενίης.χαλκὸν ἀροτρητήν, κλασιβώλακα, νειοτομῆα,καὶ τὴν ταυροδέτιν βύρσαν ὑπαυχενίην,καὶ βούπληκτρον ἄκαιναν, ἐχετλήεντά τε γόμφονΔηοῖ Καλλιμένης ἄνθετο γειοπόνος,τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δʼ ἐπινεύσειςτὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.Ἀλκιμένης ὁ πενιχρὸς ἐπὶ σμικρῷ τινι κήπῳτοῦ φιλοκαρποφόρου γευσάμενος θέρεος,ἰσχάδα καὶ μῆλον καὶ ὕδωρ γέρα Πανὶ κομίζων,εἶπε· “σύ μοι βιότου τῶν ἀγαθῶν ταμίας·ὧν τὰ μὲν ἐκ κήποιο, τὰ δʼ ὑμετέρης ἀπὸ πέτρηςδέξο, καὶ ἀντιδιδοὺς δὸς πλέον ὧν ἔλαβες.”τὸν Νυμφῶν θεράποντα, φιλόμβριον, ὑγρὸν ἀοιδόν,τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχονχαλκῷ μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκε,καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος·πλαζομένῳ γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας