Ἄρτεμι, σοὶ δὲ κυνῶν θηροφόνων ἔμελεν.Ἰνοῦς ὦ Μελικέρτα, σύ τε γλαυκὴ μεδέουσαΛευκοθέη πόντου, δαῖμον ἀλεξίκακε,Νηρῄδων τε χοροί, καὶ κύματα, καὶ σύ, Πόσειδον,καὶ Θρήιξ, ἀνέμων πρηΰτατε, Ζέφυρε,ἵλαοί με φέροιτε, διὰ πλατὺ κῦμα φυγόντα,σῶον ἐπὶ γλυκερὰν ᾐόνα Πειραέως.Τυρσηνῆς κελάδημα διαπρύσιον σάλπιγγος,πολλάκι Πισαίων στρηνὲς ὑπὲρ πεδίωνφθεγξαμένης, ὁ πρὶν μὲν ἔχει χρόνος ἐν δυσὶ νίκαις·εἰ δὲ σὺ καὶ τρισσοὺς ἤγαγες εἰς στεφάνουςἀστὸν Μιλήτου Δημοσθένεʼ, οὔ ποτε κώδωνχάλκεος ἠχήσει πλειοτέρῳ στόματι.τίν με, λεοντάγχʼ ὦνα συοκτόνε, φήγινον ὄζονθῆκε τίς; α. Ἀρχῖνος. β. ποῖος; α. ὁ Κρής.δέχομαι.ἐξ ἁπαλᾶν χειρῶν τάδε γράμματα· λῷστε Προμαθεῦ,ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν.ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν,αἰ καὐδὰν ποτέθηκʼ, ἦς κʼ Ἀγαθαρχὶς ὅλα.Αὐτομέλιννα τέτυκται· ἴδʼ ὡς ἀγανὸν τὸ πρόσωπονἁμὲ ποτοπτάζειν μειλιχίως δοκέει·ὡς ἐτύμως θυγάτηρ τᾷ ματέρι πάντα ποτῴκει.ἦ καλὸν ὅκκα πέλῃ τέκνα γονεῦσιν ἴσα.γνωτὰ καὶ τηνῶθε Σαβαιθίδος εἴδεται ἔμμενἅδʼ εἰκὼν μορφᾷ καὶ μεγαλειοσύνᾳ.θάεο τὰν πινυτὰν τὸ δὲ μείλιχον αὐτόθι τήναςἔλπομʼ ὁρῆν χαίροις πολλά, μάκαιρα γύναι.ἁ μάτηρ ζῷον τὸν Μίκυθον, οἷα πενιχρὰΒάκχῳ δωρεῖται, ῥωπικὰ γραψαμένα.Βάκχε, σὺ δʼ ὑψῴης τὸν Μίκυθον εἰ δὲ τὸ δῶρονῥωπικόν, ἁ λιτὰ ταῦτα φέρει πενία.Κλειοῦς αἱ δύο παῖδες Ἀριστοδίκη καὶ ἈμεινὼΚρῆσσαι, πότνια, σῆς, Ἄρτεμι, νειοκόρουτετραετεῖς ἀπὸ μητρός. ἴδοις, ὤνασσα, τὰ τῆσδεεὔτεκνα, κἀντὶ μιῆς θὲς δύο νειοκόρους.ὄλβια τέκνα γένοισθε· τίνος γένος ἐστέ; τί δʼ ὑμῖνὧδε καλοῖς χαρίεν κείμενὸν ἐστʼ ὄνομα;“Νικάνωρ ἐγώ εἰμι, πατὴρ δέ μοι Αἰπιόρητος,μήτηρ δʼ Ἡγησώ, κεἰμὶ γένος Μακεδών.”