ξυνόν, ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦνἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.Βόσπορον ἰχθυόεντα γεφυρώσας ἀνέθηκεΜανδροκλέης Ἥρῃ, μνημόσυνον σχεδίας,αὑτῷ μὲν στέφανον περιθείς, Σαμίοισι δὲ κῦδος,Δαρείου βασιλέως ἐκτελέσας κατὰ νοῦν.ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρουςστυλίδα· τᾶς πρώτας τοῦθʼ ὑπόδειγμα τέχνας·ταύταν γὰρ πρώταν ποτʼ ἐμήσατο Παλλὰς Ἀθάνα,τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν,οὕνεκεν ὑψίστᾳ Τριτωνίδι νηὸν ἔτευξενΚύζικος ἅδʼ, ἱρᾷ πρῶτον ἐν Ἀσιάδι·δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθοςΔελφίδα γᾶν, Φοίβῳ τάνδε νέμουσα χάριν.ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντεςπαῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου,δεσμῷ ἐν ἀχνυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριντῶν ἵππους, δεκάτην Παλλάδι, τάσδʼ ἔθεσαν.Θεσπιαὶ εὐρύχοροι πέμψαν ποτὲ τούσδε σὺν ὅπλοιςτιμωροὺς προγόνων βάρβαρον εἰς Ἀσίην,οἳ μετʼ Ἀλεξάνδρου Περσῶν ἄστη καθελόντεςστῆσαν Ἐριβρεμέτῃ δαιδάλεον τρίποδα.εἴαρος ἤνθει μὲν τὸ πρὶν ῥόδα, νῦν δʼ ἐνὶ μέσσῳχείματι πορφυρέας ἐσχάσαμεν κάλυκας,σῇ ἐπιμειδήσαντα γενεθλίῃ ἄσμενα τῇδεἠοῖ, νυμφιδίων ἀσσοτάτῃ λεχέων.καλλίστης ὀφθῆναι ἐπὶ κροτάφοισι γυναικὸςλώιον ἢ μίμνειν ἠρινὸν ἠέλιον.Τέλλιδι ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ,ἀντʼ ἐρατῶν δώρων τῶνδε χάριν θέμενος·δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳναίειν, αἰῶνος μοῖραν ἔχοντʼ ἀγαθήν.Ἄρτεμι, τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδεἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.αἴλινον ὠκυμόρῳ με λεχωίδι τοῦτο κεκόφθαιτῆς Διοδωρείου γράμμα λέγει σοφίης,κοῦρον ἐπεὶ τίκτουσα κατέφθιτο παῖδα δὲ Μήλαςδεξάμενος θαλερὴν κλαίω Ἀθηναΐδα,Λεσβιάδεσσιν ἄχος καὶ Ἰήσονι πατρὶ λιποῦσαν.