δοιά, τὰ μὲν Γετέων σκῦλα, τὰ δʼ Ἀρσακιδέων.ἤδη, φίλτατε λύχνε, τρὶς ἔπταρες· ἦ τάχα τερπνὴνεἰς θαλάμους ἥξειν Ἀντιγόνην προλέγεις;εἰ γάρ, ἄναξ, εἴη τόδʼ ἐτήτυμον, οἷος Ἀπόλλωνθνητοῖς μάντις ἔσῃ καὶ σὺ παρὰ τρίποδι.αὔλια καὶ Νυμφέων ἱερὸς πάγος, αἳ θʼ ὑπὸ πέτρῃπίδακες, ἥ θʼ ὕδασιν γειτονέουσα πίτυς,καὶ σὺ τετραγλώχιν, μηλοσσόε, Μαιάδος Ἑρμᾶ,ὅς τε τὸν αἰγιβότην, Πάν, κατέχεις σκόπελον,ἵλαοι τὰ ψαιστὰ τό τε σκύφος ἔμπλεον οἴνηςδέξασθʼ, Αἰακίδεω δῶρα Νεοπτολέμου.Καυσίη, ἡ τὸ πάροιθε Μακηδόσιν εὔκολον ὅπλον,καὶ σκέπας ἐν νιφετῷ, καὶ κόρυς ἐν πολέμῳ,ἱδρῶ διψήσασα πιεῖν τεόν, ἄλκιμε Πείσων,Ἡμαθὶς Αὐσονίους ἦλθον ἐπὶ κροτάφους.ἀλλὰ φίλος δέξαι με· τάχα κρόκες, αἵ ποτε Πέρσαςτρεψάμεναι, καὶ σοὶ Θρῇκας ὑπαξόμεθα.τὰ ῥόδα τὰ δροσόεντα, καὶ ἁ κατάπυκνος ἐκείναἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσινταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν,δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάϊσεν.βωμὸν δʼ αἱμάξει κεραὸς τράγος οὗτος ὁ μᾶλος,τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱός,ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος,Νικίᾳ, ὅς μιν ἐπʼ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,καὶ τόδʼ ἀπʼ εὐώδους γλύψατʼ ἄγαλμα κέδρου,Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰςμισθὸν ὁ δʼ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαιςτὤγαλμα Ξενοκλῆς τοῦτο τὸ μαρμάρινον,μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ· σοφίᾳ δʼ ἐπὶ τᾷδεαἶνον ἔχων, Μουσέων οὐκ ἐπιλανθάνεται.Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδʼ ὦ Διόνυσε,καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς,μέτριος ἦν ἐν πᾶσι, χορῷ δʼ ἐκτήσατο νίκανἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.ἁ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεόν, εἰπὼνΟὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόναςοἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα, καὶ βίον ἔσχε