παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν,ἱερὸς ὁ πλόκαμος, τοὐμὸν ὄνειαρ ἐμοί.τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντωςἀγκεῖσθαι νίκης μάρτυρα τοῦ ῬοδίουΠάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῇἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόενταθέντες καὶ λασίῳ φιμὰ περὶ στόματι,ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα,ὄφρʼ αὐτοὺς ἐφορῇ νήπια τερπομένους.κούρα Πάλλαντος πολυώνυμε, πότνια Νίκα,πρόφρων Καρθαίων ἱμερόεντα χορὸναἰὲν ἐποπτεύοις, πολέας δʼ ἐν ἀθύρμασι ΜουσᾶνΚηίῳ ἀμφιτίθει Βακχυλίδῃ στεφάνους.Πηνελόπη, τόδε σοὶ φᾶρος καὶ χλαῖναν Ὀδυσσεὺςἤνεγκεν, δολιχὴν ἐξανύσας ἀτραπόν.τὸν τραγόπουν ἐμὲ Πᾶνα, φίλον Βρομίοιο καὶ υἱὸνἈρκάδος, ἀντʼ ἀλκᾶς ἔγραφεν Ὠφελίων.Ἀερόπης δάκρυον διερῆς, καὶ λείψανα δείπνωνδύσνομα, καὶ ποινὴν ἔγραφεν Ὠφελίων.Πραξιτέλης ἔπλασε Δαναὴν καὶ φάρεα Νυμφῶνλύγδινα, καὶ πέτρης Πᾶνʼ ἐμὲ Πεντελικῆς.Κύπριδι κουροτρόφῳ δάμαλιν ῥέξαντες ἔφηβοιχαίροντες νύμφας ἐκ θαλάμων ἄγομεν.αἰθομέναις ὑπὸ δᾳσὶν ἐν εὐρυχόρῳ πατρὸς οἴκῳπαρθένον ἐκ χειρῶν ἠγαγόμην ;Κύπριδος.Ἀσκανίη μέγα χαῖρε καλή, καὶ χρύσεα Βάκχουὄργια, καὶ μύσται πρόκριτοι Εὐίεω.θύει σοι τόδε γράμμα γενεθλιακαῖσιν ἐν ὥραις,Καῖσαρ, Νειλαίη Μοῦσα Λεωνίδεω.Καλλιόπης γὰρ ἄκαπνον ἀεὶ θύος. εἰς δὲ νέωτα,ἢν ἐθέλῃς, θύσει τοῦδε περισσότερα.τήνδε Λεωνίδεω θαλερὴν πάλι δέρκεο Μοῦσαν,δίστιχον εὐθίκτου παίγνιον εὐεπίης.ἔσται δʼ ἐν Κρονίοις Μάρκῳ περικαλλὲς ἄθυρματοῦτο, καὶ ἐν δείπνοις, καὶ παρὰ μουσοπόλοιςἈναστρέφον ἢ ἈνακυκλικόνΟἰδιπόδης κάσις ἦν τεκέων, καὶ μητέρι πόσσιςγίνετο, καὶ παλάμης ἦν τυφλὸς ἐκ σφετέρης.πέμματα τίς λιπόωντα, τίς Ἄρεϊ τῷ πτολιπόρθῳ