χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας, ἤ τινα θρίσσαν,εὐάγρει· λιθίναν οὐ γὰρ ἔχω φάρυγα.Λαβροσύνᾳ τάδε δῶρα φιλευχύλῳ τε Λαφυγμῷθήκατο † δεισόζου Δωριέος κεφαλά·τὼς Λαρισσαίως βουγάστορας ἑψητῆρας,καὶ χύτρως, καὶ τὰν εὐρυχαδῆ κύλικα,καὶ τὰν εὐχάλκωτον ἐύγναμπτόν τε κρεάγραν,καὶ κνῆστιν, καὶ τὰν ἐτνοδόνον τορύναν.Λαβροσύνα;, σὺ δὲ ταῦτα κακοῦ κακὰ δωρητῆροςδεξαμένα, νεύσαις μή ποκα σωφροσύναν.Χύτρον τοι, ταύτην τε κρεαγρίδα, καὶ βαθυκαμπῆκλεῖδα συῶν, καὶ τὰν ἐτνοδόνον τορύναν,καὶ πτερίναν ῥιπῖδα, ταναίχαλκόν τε λέβητα,σὺν πελέκει, καὶ τὰν λαιμοτόμον σφαγίδα,ζωμοῦ τʼ ἀμφʼ ὀβελοῖσιν ἀρυστρίδα, τόν τε μαγῆασπόγγον ὑπὸ στιβαρᾷ κεκλιμένον κοπίδι,καὶ τοῦτον δικάρανον ἁλοτρίβα, σὺν δὲ θυείανεὔπετρον, καὶ τὰν κρειοδόκον σκαφίδα,οὑψοπόνος Σπίνθηρ Ἑρμῇ τάδε σύμβολα τέχναςθήκατο, δουλοσύνας ἄχθος ἀπωσάμενος.Εὐγάθης Λαπιθανὸς ἐσοπτρίδα, καὶ φιλέθειρονσινδόνα, καὶ πετάσου φάρσος ὑποξύριον,καὶ ψήκτραν δονακῖτιν ἀπέπτυσε, καὶ λιποκόπτουςφασγανίδας, καὶ τοὺς συλόνυχας στόνυχας·ἔπτυσε δὲ ψαλίδας, ξυρὰ καὶ θρόνον, εἰς δʼ Ἐπικούρου,κουρεῖον προλιπών, ἅλατο κηπολόγος,ἔνθα λύρας ἤκουεν ὅπως ὄνος· ὤλετο δʼ ἄν πουλιμώσσων, εἰ μὴ στέρξε παλινδρομίαν·νικήσας τοὺς παῖδας, ἐπεὶ καλὰ γράμματʼ ἔγραψεν,Κόνναρος ὀγδώκοντʼ ἀστραγάλους ἔλαβεν,κἀμέ, χάριν Μούσαις, τὸν κωμικὸν ὧδε Χάρηταπρεσβύτην θορύβῳ θήκατο παιδαρίων.εὔφημόν τοι σφαῖραν, ἐυκρόταλόν τε ΦιλοκλῆςἙρμείῃ ταύτην πυξινέην πλατάγην,ἀστραγάλας θʼ αἷς πόλλʼ ἐπεμήνατο, καὶ τὸν ἑλικτὸνῥόμβον, κουροσύνης παίγνιʼ ἀνεκρέμασεν.Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκουταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσανἀντʼ ὀλίγου μέγα δῶρον ἐγὼ δʼ ἀνὰ τῇδε κεχηνὼςκεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς