ἄλλυτος ἡβάσκει γυιοτακὴς πενίη.θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλʼ ἀπὸ γαίης,ὡς ἐθέλει, μεδέων κἀν χθονὶ κἀν πελάγει.”Αἰγιβάτῃ τόδε Πανὶ, καὶ εὐκάρπῳ Διονύσῳ,καὶ Δηοῖ Χθονίῃ ξυνὸν ἔθηκα γέρας.αἰτέομαι δʼ αὐτοὺς καλὰ πώεα καὶ καλὸν οἶνον,καὶ καλὸν ἀμῆσαι καρπὸν ἀπʼ ἀσταχύων.Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν,ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ,Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆςκνακὸν ὑπηνήταν τόνδʼ ἀνέθηκε τράγον.Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκανδῶρα παρακταίης σοὶ τάδʼ ἐπωφελίης,θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβονφράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς,φηγίνεον κρητῆρα, καὶ αὐτούργητον ἐρείκηςβάθρον, ἰδʼ ὑαλέην οἰνοδόκον κύλικα,ὡς ἂν ὑπʼ ὀρχησμῶν λελυγισμένον ἔγκοπον ἴχνοςἀμπαύσῃς, ξηρὴν δίψαν ἐλαυνόμενος·τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινοςτόξον καὶ κάπρου τούσδε καθᾶψε πόδας,καὶ ταύταν γωρυτόν, ἐπαυχένιόν τε κυνάγχανθῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης.ἀλλʼ, ὦ Πὰν σκοπιῆτα, καὶ εἰσοπίσω Πολύαινονεὔαγρον πέμποις, υἱέα Σιμύλεω.τοῦτο χιμαιροβάτᾳ Τελέσων αἰγώνυχι Πανὶτὸ σκύλος ἀγρείας τεῖνε κατὰ πλατάνου·καὶ τὰν ῥαιβόκρανον ἐυστόρθυγγα κορύναν,ἃ πάρος αἱμωποὺς ἐστυφέλιξε λύκους,γαυλούς τε γλαγοπῆγας, ἀγωγαῖόν τε κυνάγχαν,καὶ τὰν εὐρίνων λαιμοπέδαν σκυλάκων.δράγματά σοι χώρου μικραύλακος, ὦ φιλόπυρεΔηοῖ, Σωσικλέης θῆκεν ἀρουροπόνος,εὔσταχυν ἀμήσας τὸν νῦν σπόρον· ἀλλὰ καὶ αὖτις ,ἐκ καλαμητομίης ἀμβλὺ φέροι δρέπανον.γήραϊ δὴ καὶ τόνδε κεκυφότα φήγινον ὄζονοὔρεσιν ἀγρῶται βουκόλοι ἐξέταμονΠανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμακάτθεσαν, ὡραίων ῥύτορι βουκολίων.δίκτυά σοι μολίβῳ στεφανούμενα, δυσιθάλασσα,