φάρσος σοὶ γεραροῦ τόδε βότρυος, εἰνόδιʼ Ἑρμᾶ,καὶ τρύφος ἰπνεύτα πιαλέου φθόιοςπάρκειται, σῦκόν τε μελαντραγές, ἅ τε φιλουλὶςδρύππα, καὶ τυρῶν δρύψια κυκλιάδων,ἀκτά τε Κρηταιὶς, ἐυτριβέος τε ῥόειπαθωμὸς, καὶ Βάκχου πῶμʼ ἐπιδορπίδιοντοῖσιν ἅδοι καὶ Κύπρις, ἐμὰ θεός· ὔμμι δὲ ῥέξεινφημὶ παρὰ κροκάλαις ἀργιπόδαν χίμαρον.Λαθρίη, ἐκ πλανίου ταύτην χάριν ἔκ τε πενέστεωκἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω,ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην,καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον,κεὐοίνου σταφυλῆς ἔχʼ ἀποσπάδα πεντάρραγον,πότνια, καὶ σπονδὴν τήνδʼ ὑποπυθμίδιον.ἢν δὲ μέ γʼ, ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆςἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην.τὴν ἁλίην Εὔδημος, ἀφʼ ἧς ἅλα λιτὸν ἐπέσθωνχειμῶνας μεγάλους ἐξέφυγεν δανέων,θῆκε θεοῖς Σαμόθρᾳξι, λέγων ὅτι τήνδε, κατʼ εὐχήν,ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλός, ὧδʼ ἔθετο.Φεύγεθʼ ὑπὲκ καλύβης, σκότιοι μύες· οὔτι πενιχρὴμῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω.αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρῖμνα·ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν.τῷ τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε,οὐδʼ ἀποδειπνιδίου γευόμενος σκυβάλου;σπεύδων εἰς ἄλλους οἴκους ἴθι ʽ τἀμὰ δὲ λιτἄ,ὧν ἄπο πλειοτέρην οἴσεαι ἁρμαλιήν.μύες, εἰ μὲν ἐπʼ ἄρτον ἐληλύθατʼ, ἐς μυχὸν ἄλλονστείχετʼ ʽ ἐπεὶ λιτὴν οἰκέομεν καλύβηνʼ,οὗ καὶ πίονα τυρὸν ἀποδρέψεσθε καὶ αὔηνἰσχάδα, καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων.εἰ δʼ ἐν ἐμαῖς βίβλοισι πάλιν καταθήξετʼ ὀδόντα,κλαύσεσθʼ, οὐκ ἀγαθὸν κῶμον ἐπερχόμενοι.Ἀκτῖτʼ ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθʼ ἀπὸ πέτρας,καί με λάβʼ εὐάρχαν πρώιον ἐμπολέα.αἴτε σὺ γʼ ἐν κύρτῳ μελανουρίδας, αἴτε τινʼ ἀγρεῖςμορμύρον, ἢ κίχλην, ἢ σπάρον, ἢ σμαρίδα,αἴσιον αὐδάσεις με τὸν οὐ κρέας, ἀλλὰ θάλασσαντιμῶντα, ψαφαροῦ κλάσματος εἰς ἀπάταν.