ὁ σκήπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Κύπρι,ἄγκειται κυνικοῦ σκῦλʼ ἀπὸ Σωχάρεος,ὄλπη τε ῥυπόεσσα, πολυτρήτοιό τε πήραςλείψανον, ἀρχαίης πληθόμενον σοφίης·σοὶ δὲ Ῥόδων ὁ καλός, τὸν πάνσοφον ἡνίκα πρέσβυνἤγρευσεν, στεπτοῖς θήκατʼ ἐπὶ προθύροις,Σκήπωνα προποδαγὸν, ἱμάντα τε, καὶ παρακοίταννάρθηκα, κροτάφων πλάκτορα νηπιάχων,κέρκον τʼ εὐμόλπαν φιλοκαμπέα, καὶ μονόπελμονσυγχίδα, καὶ στεγάναν κρατὸς ἐρημοκόμου,Κάλλων Ἑρμείᾳ θέτʼ ἀνάκτορι, σύμβολʼ ἀγωγᾶςπαιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ.Σμῖλαν Ἀσκώνδας δονακογλύφον, ὅν τʼ ἐπὶ μισθῷσπόγγον ἔχεν καλάμων ψαίστορα τῶν Κνιδίων,καὶ σελίδων κανόνισμα φιλόρθιον, ἔργμα τε λείαςσαμοθέτον, καὶ τὰν εὐμέλανον βροχίδα,κάρκινά τε σπειροῦχα, λεάντειράν τε κίσηριν,καὶ τὰν ἁδυφαῆ πλινθίδα καλλαΐναν,μάζας ἁνίκʼ ἔκυρσε τελωνιάδος φιλολίχνου,Πιερίσιν πενίας ἄρμενʼ ἀνεκρέμασεν.Ἀστεμφῆ ποδάγρην, καὶ δούνακας ἀνδικτῆρας,καὶ λίνα, καὶ γυρὸν τοῦτο λαγωοβόλον,ἰοδόκην, καὶ τοῦτον ἐπʼ ὄρτυγι τετρανθέντααὐλὸν, καὶ πλωτῶν εὐπλεκὲς ἀμφίβολον,Ἑρμείῃ Σώσιππος, ἐπεὶ παρενήξατο τὸ πλεῦνἥβης, ἐκ γήρως δʼ ἀδρανίῃ δέδεται.ἄλκιμος ἀγρίφαν κενοδοντίδα, καὶ φιλοδούπουφάρσος ἄμας, στελεοῦ χῆρον ἐλαϊνέου,ἀρθροπέδαν † στεῖμόν τε, καὶ ὠλεσίβωλον ἀρούρηςσφῦραν, καὶ δαπέδων μουνορυχὰν ὄρυγα,καὶ κτένας ἑλκητῆρας, ἀνὰ προπύλαιον Ἀθάναςθήκατο, καὶ ῥαπτὰς γειοφόρους σκαφίδας,θησαυρῶν ὅτʼ ἔκυρσεν, ἐπεὶ τάχʼ ἂν ἁ πολυκαμπὴςἰξὺς κεἰς Ἀίδαν ᾤχετο κυφαλέα.πήρην, κάδέψητον ἀπεσκληρυμμένον αἰγὸςστέρφος, καὶ βάκτρον τοῦτὸ γʼ ὁδοιπορικόν,κὤλπαν ἀστλέγγιστον, ἀχάλκωτόν τε κυνοῦχον,καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανονταῦτα καταφθιμένοιο μυρικίνεον περὶ θάμνονσκῦλʼ ἀπὸ Σωχάρεος Λιμὸς ἀνεκρέμασεν,