ξανθὰ δʼ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον,πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι·τὸν δέ νυ δεξιτερῶν νασμῶν πέλας ἰσοπάλαιστοντοῦτον ἐπὶ σπιθαμῇ Βίττιον ἠνύσατο,αἱ Λυκομήδευς παῖδες, Ἀθηνὼ καὶ Μελίτειακαὶ Φιντὼ Γληνὶς θʼ, αἱ φιλοεργόταται,ἔργων ἐκ δεκάτας ποτιθύμια, τόν τε πρόσεργονἄτρακτον, καὶ τὰν ἄτρια κριναμένανκερκίδα, τὰν ἱστῶν μολπάτιδα, καὶ τὰ τροχαῖαπανία, † κερταστὰς τούσδε ποτιρρογέας,καὶ † σπάθας εὐβριθεῖς πολυάργυρα· τὼς δὲ πενιχραὶἐξ ὀλίγων ὀλίγην μοῖραν ἀπαρχόμεθα,τῶν χέρας αἰέν, Ἀθάνα, ἐπιπλήσαις μὲν ὀπίσσω,θείης δʼ εὐσιπύους ἐξ ὀλιγησιπύων.Αὐτονόμα, Μελίτεια, Βοΐσκιον, αἱ Φιλολᾴδεωκαὶ Νικοῦς Κρῆσσαι τρεῖς, ξένε, θυγατέρες,ἁ μὲν τὸν μιτόεργον ἀειδίνητον ἄτρακτον,ἁ δὲ τὸν ὀρφνίταν εἰροκόμον τάλαρον,ἁ δʼ ἅμα τὰν πέπλων εὐάτριον ἐργάτιν, ἱστῶνκερκίδα, τὰν λεχέων Πανελόπας φύλακα,δῶρον Ἀθαναίᾳ Πανίτιδι τῷδʼ ἐνὶ ναῷθῆκαν, Ἀθαναίας παυσάμεναι καμάτων.ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταιςΠαρμενὶς ἡδίστῃ θῆκε παρʼ Οὐρανίῃ,ἐξ εὐνῆς δεκάτευμα· τὸ δʼ ἠελίου βαρὺ θάλποςἡ δαίμων μαλακοῖς ἐκτρέπεται Ζεφύροις.Βακχυλὶς ἡ Βάκχου κυλίκων σποδός, ἒν ποτενούσῳκεκλιμένα, Δηοῖ τοῖον ἔλεξε λόγον·“ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρός, εἰς ἑκατόν σοιἠελίους δροσερᾶν πίομαι ἐκ λιβάδων,ἀβρόμιος καὶ ἄοινος.” ἐπεὶ δʼ ὑπάλυξεν ἀνίην,αὐτῆμαρ τοῖον μῆχος ἐπεφράσατοτρητὸν γὰρ θεμένα χερὶ κόσκινον, εὖ διὰ πυκνῶνσχοίνων ἠελίους πλείονας ηὐγάσατο.αἱ μίτραι, τὸ θʼ ἁλουργὲς ὑπένδυμα, τοί τε Λάκωνεςπέπλοι, καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι,πάνθʼ ἅμα Νικονόῃ † συνέκπιεν· ἦν γὰρ Ἐρώτωνκαὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος.τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριήπῳνεβρίδα καὶ χρυσέην τήνδʼ ἔθετο προχόην.