Δίνδυμα καὶ Φρυγίης πυρικαέος ἀμφιπολεῦσαπρῶνας, τὴν μικρήν, Μῆτερ, Ἀριστοδίκην,κούρην Σειλήνης, παμπότνια, κεἰς ὑμέναιονκεἰς γάμον ἁδρύναις, πείρατα κουροσύνας·ἀνθʼ ὧν σοι κατὰ πολλὰ προνήια καὶ παρὰ βωμῷπαρθενικὴν ἐτίναξʼ ἔνθα καὶ ἔνθα κόμην.σοὶ τὸν πιληθέντα διʼ εὐξάντου τριχὸς ἀμνοῦ,Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέτασον,καὶ δίβολον περόναν, καὶ στλεγγίδα, κἀποτανυσθὲντόξον, καὶ τριβάκην γλοιοπότιν χλαμύδα,καὶ σχίζας, καὶ σφαῖραν ἀείβολον ἀλλὰ σὺ δέξαι,κωροφίλʼ, εὐτάκτου δῶρον ἐφηβοσύνας.ἡ τὸ πρὶν αὐχήσασα πολυχρύσοις ἐπʼ ἐρασταῖς,ἡ Νέμεσιν δεινὴν οὐχὶ κύσασα θεόν,μίσθια νῦν σπαθίοις πενιχροῖς πηνίσματα κρούει.ὀψὲ Ἀθηναίη Κύπριν ἐληίσατο.λάθρῃ κοιμηθεῖσα Φιλαίνιον εἰς Ἀγαμήδουςκόλπους τὴν φαιὴν εἰργάσατο χλανίδα.αὐτὴ Κύπρις ἔριθος· ἐΰκλωστον δὲ γυναικῶννῆμα καὶ ἠλακάτην ἀργὸς ἔχοι τάλαρος.ἡ πρὶν Ἀθηναίης ὑπὸ κερκίσι καὶ τὰ καθʼ ἱστῶννήματα Νικαρέτη πολλὰ μιτωσαμένη,Κύπριδι τὸν κάλαθον τά τε πηνία καὶ τὰ σὺν αὐτοῖςἄρμενʼ ἐπὶ προδόμου πάντα πυρῆς ἔθετο,ἔρρετε, φωνήσασα, “ κακῶν λιμηρὰ γυναικῶνἔργα, νέον τήκειν ἄνθος ἐπιστάμενα.”εἵλετο δὲ στεφάνους καὶ πηκτίδα καὶ μετὰ κώμωνἡ παῖς τερπνὸν ἔχειν ἐν θαλίαις βίοτονεἶπε δέ· “παντός σοι δεκάτην ἀπὸ λήμματος οἴσω,Κύπρι σὺ δʼ ἐργασίην καὶ λάβε καὶ μετάδος.”τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ μέχρι παλαιστῆςκαὶ σπιθαμῆς οὔλης Βίττιον εἰργάσατο·θάτερα δʼ Ἀντιάνειρα προσήρμοσε· τὸν δὲ μεταξὺΜαίανδρον καὶ τὰς παρθενικὰς Βιτίη.κουρᾶν καλλίστη Διός, Ἄρτεμι, τοῦτο τὸ νῆμαπρὸς ψυχῆς θείης, τὴν τριπόνητον ἔριν.Ἄρτεμι, σοὶ ταύταν, ἐυπάρθενε, πότνα γυναικῶν,τὰν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα.καὶ Βιτίη μὲν τάσδε χοροιθαλέας κάμε κούρας,λοξά τε Μαιάνδρου ῥεῖθρα παλιμπλανέος·