ζῶμά τοι, ὦ Λατωΐ, καὶ ἀνθεμόεντα κύπασσιν,καὶ μίτραν μαστοῖς σφιγκτὰ περιπλομέναν,θήκατο Τιμάεσσα, δυσωδίνοιο γενέθλαςἀργαλέον δεκάτῳ μηνὶ φυγοῦσα βάρος.Ἄρτεμι, Δᾶλον ἔχουσα καὶ Ὀρτυγίαν ἐροεσσαν,τόξα μὲν εἰς κόλπους ἅγνʼ ἀπόθου Χαρίτων,λοῦσαι δʼ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δὲ Λοκροὺςλύσουσ’ ὠδίνων Ἀλκέτιν ἐκ χαλεπῶν.πότνια κουροσόος, ταύταν ἐπιπορπίδα νυμφᾶν,καὶ στεφάναν λιπαρῶν ἐκ κεφαλᾶς πλοκάμων,ὀλβία Εἰλείθυια, πολυμνάστοιο φύλασσεΤισίδος ὠδίνων ῥύσια δεξαμένα.Χαίροισάν τοι ἔοικε κομᾶν ἄπο τὰν Ἀφροδίτανἄνθεμα κεκρύφαλον τόνδε λαβεῖν Σαμύθας·δαιδάλεός τε γάρ ἐστι, καὶ ἁδύ τι νέκταρος ὄσδει,τοῦ, τῷ καὶ τήνα καλὸν Ἄδωνα χρίει.ἡ πολύθριξ οὔλας ἀνεδήσατο παρθένος Ἵππηχαίτας, εὐώδη σμηχομένα κρόταφονἤδη γάρ οἱ ἐπῆλθε γάμου τέλος· αἱ δʼ ἐπὶ κόρσῃμίτραι παρθενίας αἰτέομεν χάριτας.Ἄρτεμι, σῇ δʼ ἰότητι γάμος θʼ ἅμα καὶ γένος εἴητῇ Λυκομηδείδου παιδὶ λιπαστραγάλῃ.Ἄρτεμι, τόξα λαχοῦσα καὶ ἀλκήεντας ὀιστούς,σοὶ πλόκον οἰκείας τόνδε λέλοιπε κόμηςἈρσινόη θυόεν παρʼ ἀνάκτορον, ἡ Πτολεμαίουπαρθένος, ἱμερτοῦ κειραμένη πλοκάμου,παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο ΦοίβῳΓόργος ἀφʼ ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς.Φοῖβε, σὺ δʼ ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοιςεὔμοιρον λευκὴν ἄχρις ἐφʼ ἡλικίην.πρώτας ὁππότʼ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας,Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην.ἀντὶ δὲ οἱ πλοκαμῖδος, Ἑκηβόλε, καλὸς ἐπείηὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξομένῳ.Τιμαρέτα πρὸ γάμοιο τὰ τύμπανα, τὴν τʼ ἐρατεινὴνσφαῖραν, τόν τε κόμας ῥύτορα κεκρύφαλον,τάς τε κόρας, Λιμνᾶτι, κόρᾳ κόρα, ὡς ἐπιεικές,ἄνθετο, καὶ τὰ κορᾶν ἐνδύματʼ, Ἀρτέμιδι.Λατῴα τὺ δὲ παιδὸς ὑπὲρ χέρα Τιμαρετείαςθηκαμένα, σῴζοις τὰν ὁσίαν ὁσίως.