ἀσπὶς Ἀλεξάνδρου τοῦ Φυλλέος ἱερὸν ἅδεδῶρον Ἀπόλλωνι χρυσοκόμῳ δέδομαι,γηραλέα μὲν ἴτυν πολέμων ὕπο, γηραλέα δὲὀμφαλὸν ἀλλʼ ἀρετᾷ λάμπομαι, ἃν ἔκιχονἀνδρὶ κορυσσαμένα σὺν ἀριστέι, ὃς μʼ ἀνέθηκε.ἐμμὶ δʼ ἀήσσατος πάμπαν ἀφʼ οὗ γενόμαν.Ἥρα τιμήεσσα, Λακίνιον ἃ τὸ θυῶδεςπολλάκις οὐρανόθεν νεισομένα καθορῇς,δέξαι βύσσινον εἷμα, τό τοι μετὰ παιδὸς ἀγαυᾶςΝοσσίδος ὕφανεν Θευφιλὶς ἁ Κλεόχας.τάνδε παρὰ τριόδοις τὰν Ἄρτεμιν Ἁγελόχεια,ἔτʼ ἐν πατρὸς μένουσα παρθένος δόμοις,εἵσατο, Δαμαρέτου θυγάτηρ· ἐφάνη γάρ οἱ αὐτὰἱστοῦ παρὰ κρόκαισιν ὡς αὐγὰ πυρός.φωσφόρος ὦ σώτειρʼ, ἐπὶ Πόλλιδος ἕσταθι κλήρων,Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου,αὐτῷ καὶ γενεῇ τόπερ εὐμαρές· οὐ γὰρ ἀφαυρῶςἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.ἄλσος δʼ,Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαιςεἴη ἐπʼ ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν,τοῦτό σοι, Ἄρτεμι δῖα, Κλεώνυμος εἵσατʼ ἄγαλμα,† τοῦτο· σὺ δʼ εὐθήρου τοῦδʼ ὑπέρισχε ῥίου,εὖτε κατʼ εἰνοσίφυλλον ὄρος ποσί, πότνια, βαίνεις,δεινὸν μαιμώσαις ἐγκονέουσα κυσίν.παῖδες, ἄφωνος ἐοῖσα τορʼ ἐννέπω, αἴ τις ἔρηται,φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν·“ Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίσταἁ Ἑρμοκλείδα τῶ Σαϋναϊάδα,σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσαπρόφρων ἁμετέραν εὐκλέισον γενεάν.”Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα,Εἰλείθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς,ἇς σε μετʼ ἐκαλέσσατο λευγαλέας οἱκῆρας ἀπʼ ὠδίνων τῆλε βαλεῖν λοχίων.Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱός,καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη,οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχεςχεῖρας, ἄτερ τόξου, πότνια, νισσομένη.Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντινεῦσον ἰδεῖν κοῦρον γυῖʼ ἐπαεξόμενον.