Μιλησίου γίγαντος οὐδʼ ὈλύμπιοςΖεὺς ἀτρόμητος εἶδεν, ἄνδρας ἡνίκαπυγμὰν ἐνίκα Νικοφῶν Ὀλύμπια,τίς με, Διωνύσῳ πεπλασμένον ἀμφιφορῆα,τίς με, τὸν Ἀδριακοῦ νέκταρος οἰνοδόκον,Δηοῦς ἐπλήρωσε; τίς ὁ φθόνος εἰς ἐμὲ Βάκχου,ἢ σπάνις οἰκείου τεύχεος ἀσταχύων;ἀμφοτέρους ᾔσχυνε· σεσύληται μὲν ὁ Βάκχος,Δημήτηρ δὲ Μέθην σύντροφον οὐ δέχεται,τὰν ὄιν, ὦ Δάματερ ἐπόγμιε, τὰν τʼ ἀκέρωτονμόσχον, καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα,σοὶ ταύτας ἐφʼ ἅλωος, ἐφʼ ᾇ πολὺν ἔβρασεν ἄντλονΚρήθων καὶ λιπαρὰν εἶδε γεωμορίαν,ἱρεύει, πολύσωρε· σὺ δὲ Κρήθωνος ἄρουρανπᾶν ἔτος εὔκριθον καὶ πολύπυρον ἄγοις.τίς τὸν ἄχνουν Ἑρμῆν σε παρʼ ὑσπλήγεσσιν ἔθηκεν;— Ἑρμογένης. — τίνος ὤν; — Δαϊμένευς. — ποδαπός; —Ἀντιοχεύς. — τιμῶν σε χάριν τίνος;— “ὡς συναρωγὸνἐν σταδίοις.”— ποίοις;— Ἰσθμόθι κἠν Νεμέᾳ. —ἔτρεχε γάρ; — καὶ πρῶτος. — ἑλὼν τίνας; — “Ἐννέ παῖδας·ἔπτη δʼ ὡς ἂν ἔχων τοὺς πόδας ἡμετέρους.”Φρύνη τὸν πτερόεντα, τὸν εὐτέχνητον Ἔρωταμισθὸν ὑπὲρ λέκτρων, ἄνθετο ʽΘεσπιέσιν.Κύπριδος ἡ τέχνη ζηλούμενον, οὐκ ἐπιμεμφὲςδῶρον ἐς ἀμφοτέρους δʼ ἔπρεπε μισθὸς Ἔρως.δοιῆς ἐκ τέχνης αἰνέω βροτόν, ὅς γε καὶ ἄλλοιςδοὺς θεὸν ἐν σπλάγχνοις εἶχε τελειότερον.χάλκεον ἀργυρέῳ με πανείκελον, Ἰνδικὸν ἔργον,ὄλπην, ἡδίστου ξείνιον εἰς ἑτάρου,ἦμαρ ἐπεὶ τόδε σεῖο γενέθλιον, υἱὲ Σίμωνος,πέμπει γηθομένῃ σὺν φρενὶ Κριναγόρης,τὸν ποίμνην καὶ ἔπαυλα βοῶν καὶ βώτορας ἄνδραςσινόμενον, κλαγγὰν τʼ οὐχὶ τρέσαντα κυνῶν,Εὐάλκης ὁ Κρὴς ἐπινύκτια μῆλα νομεύωνπέφνε, καὶ ἐκ ταύτης ἐκρέμασεν πίτυος.Πυρσῶ τοῦτο λέοντος ἀπʼ ὦν φλοιώσατο δέρμαΣῶσος ὁ βουπάμων, δουρὶ φονευσάμενος,ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον,οὐδʼ ἵκετʼ ἐκ μάνδρας αὖθις ἐπὶ ξύλοχονμοσχείω δʼ ἀπέτισεν ὁ θὴρ ἀνθʼ αἵματος αἷμα,βληθείς· ἀχθεινὰν δʼ εἶδε βοοκτασίαν.