δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα,καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι,καὶ βραχυφεγγίτου λύχνου σέλας ἐκ βιοφειδοῦςὄλπης ἡμιμεθεῖ πινόμενον στόματι·ἀνθʼ ὧν ἱλήκοις, ἐπὶ δʼ ἱστία πέμψον ἀήτηνοὔριον Ἀκτιακοὺς σύνδρομον εἰς λιμένας.μῆλον ἐγὼ στρούθειον ἀπὸ προτέρης ἔτι ποίηςὥριον ἐν νεαρῷ χρωτὶ φυλασσόμενον,ἄσπιλον, ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν,ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρεμόσιν,ὥρης χειμερίης σπάνιον γέρας; εἰς σὲ δʼ, ἄνασσα,τοίην χὠ νιφόεις κρυμὸς ὀπωροφορεῖ.σπήλυγγες Νυμφῶν ἐυπίδακες, αἱ τόσον ὕδωρεἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος,Πανὸς τʼ ἠχήεσσα πιτυστέπτοιο καλιή,τὴν ὑπὸ βησσαίης ποσσὶ λέλογχε πέτρης,ἱερὰ τʼ ἀγρευταῖσι γερανδρύου ἀρκεύθοιοπρέμνα, λιθηλογέες θʼ Ἑρμέω ἱδρύσιες,αὐταί θʼ ἱλήκοιτε, καὶ εὐθήροιο δέχεσθεΣωσάνδρου ταχινῆς σκῦλʼ ἐλαφοσσοΐης.τὴν μαλακὴν Παφίης Στατύλλιον ἀνδρόγυνον δρῦνἕλκειν εἰς Ἀίδην ἡνίκʼ ἔμελλε χρόνος,τἀκ κόκκου βαφθέντα καὶ ὑσγίνοιο θέριστρα,καὶ τοὺς ναρδολιπεῖς ἀλλοτρίους πλοκάμους,φαικάδα τʼ εὐτάρσοισιν ἐπʼ ἀστραγάλοισι γελῶσαν,καὶ τὴν γρυτοδόκην κοιτίδα, παμβακίδων,αὐλούς θʼ ἡδὺ πνέοντας ἑταιρείοις ἐνὶ κώμοις,δῶρα Πριηπείων θῆκεν ἐπὶ προθύρων.τοῦτο Σάων τὸ δίπαχυ κόλον κέρας Ὡμβρακιώταςβουμολγὸς ταύρου κλάσσεν ἀτιμαγέλου,οππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδραςἐξερέων ποταμοῦ φράσσατʼ ἐπʼ ἀιόνιψυχόμενον χηλάς τε καὶ ἰξύας· αὐτὰρ ὃ βούτεωἀντίος ἐκ πλαγίων ἵεθʼὁ δὲ ῥοπάλῳγυρὸν ἀπεκράνιξε βοὸς κέρας, ἐκ δέ μιν αὐτᾶςἀχράδος εὐμύκῳ πᾶξε παρὰ κλισίᾳ. .Ταύρου βαθὺν τένοντα, καὶ σιδαρέουςἌτλαντος ὤμους, καὶ κόμαν Ἡρακλέουςσεμνὰν θʼ ὑπήναν, καὶ λέοντος ὄμματα