ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοιςΔιογένης ἀλέκοις δʼ ἀνέρι καὶ πενίην.κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν,τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον,κοἰσυΐνην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον,ἄνθετο σοὶ νίκης Χάρμος ἀπʼ Ἰσθμιάδος,καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τʼ ἐπὶ νώτωνμάστιγα, ῥοίζου μητέρα καρχαλέην.ἀλλὰ σύ, Κυανοχαῖτα, δέχευ τάδε, τὸν δὲ Λυκίνουυἷα καὶ εἰς μεγάλην στέψον Ὀλυμπιάδα.κερκίδας ὀρθρολάλοισι χελιδόσιν εἰκελοφώνους,Παλλάδος ἱστοπόνου λειομίτους κάμακας,καὶ κτένα κοσμοκόμην, καὶ δακτυλότριπτον ἄτρακτονσφονδυλοδινήτῳ νήματι νηχόμενον,καὶ τάλαρον σχοίνοις ὑφασμένον, ὃν ποτʼ ὀδόντιἐπλήρου τολύπη πᾶσα καθαιρομένη,σοί, φιλέριθε κόρη Παλλαντιάς, ἡ βαθύγηρωςΑἰσιόνη, πενίης δῶρον, ἀνεκρέμασεν.Κύπριδι κεῖσο, λάγυνε μεθυσφαλές, αὐτίκα δῶρονκεῖσο, κασιγνήτη νεκταρέης κύλικος,βακχιάς, ὑγρόφθογγε, συνέστιε δαιτὸς ἐίσης,στειναύχην ψήφου συμβολικῆς θύγατερ,θνητοῖς αὐτοδίδακτε διήκονε, μύστι φιλούντωνἡδίστη, δείπνων ὅπλον ἑτοιμότατονεἴης ἐκ Μάρκου γέρας ἀγλαόν, ὃς σέ, φίλοινε,ᾔνεσεν, ἀρχαίην σύμπλανον ἀνθέμενος.Δαμπάδα κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον,σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ,Ἀντίπατρος Πείσωνι φέρει γέρας· ἢν δὲ μʼ ἀνάψαςεὔξηται, λάμψω φέγγος ἀκουσίθεον.λιτὸς ἐγὼ τὰ τύχης, ὦ δεσπότι· φημὶ δὲ πολλῶνὄλβον ὑπερκύπτειν τὸν σὸν ἀπὸ κραδίης.ἀλλὰ δέχευ μνιαροῖο βαθυρρήνοιο τάπητοςἐνδυτὸν εὐανθεῖ πορφύρῃ εἰδόμενον,εἴριά τε ῥοδόεντα, καὶ ἐς κυανότριχα χαίτηννάρδον, ὑπὸ γλαυκῆς κλειομένην ὑάλου,ὄφρα χιτὼν μὲν χρῶτα περισκέπῃ, ἔργα δʼ ἐλέγχῃχεῖρας, ὁ δʼ εὐώδης ἀτμὸς ἔχῃ πλοκάμους.Λευκάδος· αἰπὺν ἔχων ναύταις τηλέσκοπον ὄχθον,Φοῖβε, τὸν Ἰονίῳ λουόμενον πελάγει,