εἴη δʼ ἐξ ὀλίγων ὀλίγη χάρις· εἰ δὲ διδοίηςπλείονα, καὶ πολλῶν, δαῖμον, ἀπαρξόμεθα,Σμήνεος ἔκ με ταμὼν γλυκερὸν θέρος ἀντὶ νομαίωνγηραιὸς Κλείτων σπεῖσε μελισσοπόνος,ἀμβροσίων ἔαρος κηρῶν μέλι πολλὸν ἀμέλξας,δῶρον ἀποιμάντου τηλεπέτευς ἀγέλης.θείης δʼ ἑσμοτόκον χορὸν ἄπλετον, εὖ δὲ μελιχροῦνέκταρος ἐμπλήσαις κηροπαγεῖς θαλάμας.Ζηνὸς καὶ Λητοῦς θηροσκόπε τοξότι κούρη,Ἄρτεμις, ἣ θαλάμους τοὺς ὀρέων ἔλαχες,νοῦσον τὴν στυγερὴν αὐθημερὸν ἐκ βασιλῆοςἐσθλοτάτου πέμψαις ἄχρις Ὑπερβορέων·σοὶ γὰρ ὑπὲρ βωμῶν ἀτμὸν λιβάνοιο Φίλιπποςῥέξει, καλλιθυτῶν κάπρον ὀρειονόμον.ἡ κόρυς ἀμφοτέρην ἔλαχον χάριν εἰμὶ δʼ ὁρᾶσθαικαὶ τερπνὴ φιλίοις, καὶ φόβος ἀντιπάλοις.ἐκ δὲ Πυλαιμένεος Πείσων μʼ ἔχει· ἔπρεπεν ἄλλαιςοὔτε κόρυς χαίταις, οὔτε κόμη κόρυθι.ἠοῖ ἐπʼ εὐκταίῃ τάδε ῥέζομεν ἱρὰ τελείῳΖηνὶ καὶ ὠδίνων μειλίχῳ Ἀρτέμιδι.τοῖσι γὰρ οὑμὸς ὅμαιμος ἔτʼ ἄχνοος εὔξατο θήσειντὸ πρῶτον γενύων ἠιθέοισιν ἔαρ.δαίμονες ἀλλὰ δέχοισθε καὶ αὐτίκα τῶνδʼ ἀπʼ ἰούλωνΕὐκλείδην πολιῆς ἄχρις ἄγοιτε τριχός.“ἥ τε Σάμου μεδέουσα καὶ λάχες Ἴμβρασον Ἥρη,δέξο γενεθλιδίους, πότνα, θυηπολίας,μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων,εἰ ὅσιοι μακάρων θεσμὸν ἐπιστάμεθα.”εὔχετʼ ἐπισπένδων τάδε Μάξιμος· ἡ δʼ ἐπένευσενἔμπεδα· Μοιράων δʼ οὐκ ἐμέγηρε λίνα.Ἥρη, Ἐλειθυιῶν μήτηρ, Ἥρη τε τελείη,καὶ Ζεῦ, γινομένοις ξυνὸς ἅπασι πατήρ,ὠδῖνας νεύσαιτʼ Ἀντωνίῃ ἵλαοι ἐλθεῖνπρηείας, μαλακαῖς χερσὶ σὺν Ἠπιόνης,ὄφρα κε γηθήσειε πόσις, μήτηρ θʼ, ἑκυρά τε.ἡ νηδὺς οἴκων αἷμα φέρει μεγάλων.Καρπαθίην ὅτε νυκτὸς ἅλα στρέψαντος ἀήτουλαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας,εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρεδέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης,