Πανὶ φιλοσκήπωνι καὶ εὐστόρθυγγι Πριήπῳἀντίθεται λιτὴν δαῖτα Φιλοξενίδης.Γομφιόδουπα χαλινά, καὶ ἀμφίτρητον ὑπειρκτὰνκημόν, καὶ γενύων σφίγκτορʼ ἐυρραφέα,τάνδε τʼ ἐπιπλήκτειραν ἀπορρηκτοῖο διωγμοῦμάστιγα, σκαιοῦ δῆγμὰ τʼ ἐπιψελίου,κέντρα τʼ ἐναιμήεντα διωξίπποιο μύωπος,καὶ πριστὸν ψήκτρας κνῆσμα σιδηρόδετον,διπλοῖς ἀιόνων ὠρύγμασιν, Ἴσθμιε, τερφθείς,δῶρα, Πόσειδον, ἔχεις ταῦτα παρὰ Στρατίου.Γάλλος ὁ χαιτάεις, ὁ νεήτομος, ὡπὸ ΤυμώλουΛύδιος ὀρχηστὰς μάκρʼ ὀλολυζόμενος,τᾷ παρὰ Σαγγαρίῳ τάδε Ματέρι τύμπανʼ ἀγαυᾷθήκατο, καὶ μάστιν τὰν πολυαστράγαλον,ταῦτὰ τʼ ὀρειχάλκου λάλα κύμβαλα, καὶ μυρόενταβόστρυχον, ἐκ λύσσας ἄρτια παυσάμενος.ἑσπερίοις μέγα χάρμα καὶ ἠῴοις περάτεσσι,Καῖσαρ, ἀνικάτων ἔκγονε Ῥωμυλιδῶν,αἰθερίην γένεσιν σέο μέλπομεν, ἀμφὶ δὲ βωμοῖςγηθοσύνους λοιβὰς σπένδομεν ἀθανάτοις.ἀλλὰ σὺ παππῴοις ἐπὶ βήμασιν ἴχνος ἐρείδων,εὐχομένοις ἡμῖν πουλὺ μένοις ἐπʼ ἔτος.ἔμβολα χαλκογένεια, φιλόπλοα τεύχεα νηῶν,Ἀκτιακοῦ πολέμου κείμενα μαρτύρια,ἠνίδε σιμβλεύει κηρότροφα δῶρα μελισσῶν,ἑσμῷ βομβητῇ κυκλόσε βριθόμενα.Καίσαρος εὐνομίης χρηστὴ χάρις· ὅπλα γὰρ ἐχθρῶνκαρποὺς εἰρήνης ἀντεδίδαξε τρέφειν.ἐνδυτὰ καὶ πλοκάμους τούτους θέτο Γάλλος ὀρείῃμητρὶ θεῶν, τοίης εἵνεκα συντυχίης.μούνῳ οἱ στείχοντι λέων ἄντασε καθʼ ὕλανἀργαλέος, ζωᾶς δʼ ἆθλος ἐπεκρέματο.ἀλλὰ θεὴ Γάλλῳ μὲν ἐπὶ φρένας ἧκεν ἀράξαιτύμπανον· ὠμηστὰν δʼ ἔτραπε φυζαλέον,φθόγγον ὑποδδείσαντα πελώριον εἵνεκα τοῦδεπλοχμοὶ συρικτᾶν κεῖνται ἀπʼ ἀκρεμόνων.εὔφρων οὐ πεδίου πολυαύλακός εἰμʼ ὁ γεραιὸςοὐδὲ πολυγλεύκου γειομόρος βότρυος·ἀλλʼ ἀρότρῳ βραχύβωλον ἐπικνίζοντι χαράσσωχέρσον, καὶ βαιοῦ πίδακα ῥαγὸς ἔχω.