οὐκ ἄτερ ἀγκίστρων,λιμνοφυῆ δόνακα.δαίμονι τῇ Συρίῃ τὸ μάτην τριβὲν Ἡλιόδωροςδίκτυον ἐν νηοῦ τοῦδʼ ἔθετο προπύλοις·ἁγνὸν ἀπʼ ἰχθυβόλου θήρας τόδε· πολλὰ δʼ ἐν αὐτῷφυκίʼ ἐπʼ εὐόρμων εἵλκυσεν αἰγιαλῶν.κεκμηὼς χρονίῃς πεπονηκότα δίκτυα θήρᾐἄνθετο ταῖς Νύμφαις ταῦτα γέρων Κινύρης·οὐ γὰρ ἔτι τρομερῇ παλάμῃ περιηγέα κόλπονεἶχεν ἀκοντίζειν οἰγομένοιο λίνου.εἰ δʼ ὀλίγου δώρου τελέθει δόσις, οὐ τόδε, Νύμφαι,μέμψις, ἐπεὶ Κινύρου ταῦθʼ ὅλος ἔσκε βίος.ταῖς Νύμφαις Κινύρης τόδε δίκτυον οὐ γὰρ ἀείρειγῆρας ἀκοντιστὴν μόχθον ἑκηβολίης.ἰχθύες ἀλλὰ νέμοισθε γεγηθότες, ὅττι θαλάσσῃδῶκεν ἔχειν Κινύρου γῆρας ἐλευθερίην.Ἰχθυβόλον πολυωπὲς ἀπʼ εὐθήρου λίνον ἄγρης,τῶν τʼ ἀγκιστροδέτων συζυγίην δονάκων,καὶ πιστὸν βυθίων παγίδων σημάντορα φελλόν,καὶ λίθον ἀντιτύπῳ κρούσματι πυρσοτόκον,ἄγκυρὰν τʼ ἐπὶ τοῖς ἐχενηίδα, δεσμὸν ἀέλλης,στρεπτῶν τʼ ἀγκίστρων ἰχθυπαγῆ στόματα,δαίμοσιν ἀγροδότῃσι θαλασσοπόρος πόρε Βαίτων,γήραϊ νουσοφόρῳ βριθομένης παλάμης.καμπτομένους δόνακας, κώπην θʼ ἅμα, νηὸς ἱμάσθλην,γυρῶν τʼ ἀγκίστρων καμπυλόεσσαν ἴτυν,εὐκόλπου τε λίνοιο περίπλεα κύκλα μολύβδῳ,καὶ φελλοὺς κύρτων μάρτυρας εἰναλίων,ζεῦγὸς τʼ εὐπλεκέων σπυρίδων, καὶ μητέρα πυρσῶντήνδε λίθον, νηῶν θʼ ἕδρανον ἀσταθέωνἄγκυραν, γριπεύς, Ἐριούνιε, σοὶ τάδε Βαίτωνδῶρα φέρει, τρομεροῦ γήραος ἀντιάσας.Ἑρμείῃ Βαίτων ἁλινηχέος ὄργανα τέχνηςἄνθετο, δειμαίνων γήραος ἀδρανίηνἄγκυραν, γυρόν τε λίθον, σπυρίδας θʼ ἅμα φελλῷ,ἄγκιστρον, κώπην, καὶ λίνα καὶ δόνακας.δίκτυον ἀκρομόλιβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃδῆσε γέρων, ἁλίων παυσάμενος καμάτων,ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσηςεἶπεν, ἀποσπένδων δάκρυον ἐκ βλεφάρων“ οἶσθα, μάκαρ· κέκμηκα· κακοῦ δʼ ἐπὶ γήραος ἡμῖν