τοῦτʼ ὀλίγον Κλείτωνος ἐπαύλιον, ἥ τʼ ὀλιγῶλαξσπείρεσθαι, λιτός θʼ ὁ σχεδὸν ἀμπελεὼν,τοῦτό τε † ῥωπεῖον ὀλιγόξυλον ἀλλʼ ἐπὶ τούτοιςΚλείτων ὀγδώκοντʼ ἐξεπέρησ’ ἔτεα.ἀργύρεόν σοι τόνδε, γενέθλιον ἐς τεὸν ἦμαρ,Πρόκλε, νεόσμηκτον † δουρατίην κάλαμον,εὖ μὲν ἐυσχίστοισι διάγλυπτον κεράεσσιν,εὖ δὲ ταχυνομένην εὔροον εἰς σελίδα,πέμπει Κριναγόρης, ὀλίγην δόσιν, ἀλλʼ ἀπὸ θυμοῦπλείονος, ἀρτιδαεῖ σύμπνοον εὐμαθίῃ.αὔλακι καὶ γήρᾳ τετρυμένον ἐργατίνην βοῦνἌλκων οὐ φονίην ἤγαγε πρὸς κοπίδα,αἰδεσθεὶς ἔργων ὁ δέ που βαθέῃ ἐνὶ ποίῃμυκηθμοῖς ἀρότρου τέρπετʼ ἐλευθερίῃ.αἰετοῦ ἀγκυλοχείλου ἀκρόπτερον ὀξὺ σιδήρῳγλυφθέν, καὶ βαπτῇ πορφύρεον κυάνῳ,ἤν τι λάθῃ μίμνον μεταδόρπιον ἐντὸς ὀδόντων,κινῆσαι πρηεῖ κέντρῳ ἐπιστάμενον,βαιὸν ἀπʼ οὐκ ὀλίγης πέμπει φρενός, οἷα δὲ δαιτὸςδῶρον, ὁ πᾶς ἐπὶ σοί, Λεύκιε, Κριναγόρης.Ἀκρείτᾳ Φοίβῳ, Βιθυνίδος ὃς τόδε χώρηςκράσπεδον αἰγιαλοῖς γειτονέον συνέχεις,Δᾶμις ὁ κυρτευτής, ψάμμῳ κέρας αἰὲν ἐρείδων,φρουρητὸν κήρυκʼ αὐτοφυεῖ σκόλοπιθῆκε γέρας, λιτὸν μέν, ἐπʼ εὐσεβίῃ δʼ, ὁ γεραιός,εὐχόμενος νούσων ἐκτὸς ἰδεῖν Ἀίδην.Αἰγύπτου μεδέουσα μελαμβώλου, λινόπεπλεδαῖμον, ἐπʼ εὐϊέρους βῆθι θυηπολίας.σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται,καὶ πολιὸν χηνῶν ζεῦγος ἐνυδροβίων,καὶ νάρδος ψαφαρὴ κεγχρίτισιν ἰσχάσιν ἀμφί,καὶ σταφυλὴ γραίη, χὠ μελίπνους λίβανος.εἰ δʼ ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν, ἄνασσα,κἠκ πενίης, θύσει χρυσόκερων κεμάδα.βότρυες οἰνοπέπαντοι, ἐυσχίστοιό τε ῥοιῆςθρύμματα, καὶ ξανθοὶ μυελοὶ ἐκ στροβίλων,καὶ δειλαὶ δάκνεσθαι ἀμυγδάλαι, ἥ τε μελισσῶνἀμβροσίη, πυκναὶ τʼ ἰτρινέαι ποπάδες,καὶ πότιμοι γέλγιθες, ἰδʼ † ὑελακύκαδες ὄγχναι,δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια·