οὗ βαρὺ μυκήσαντος, ὁ θαρσαλεώτερος ἄλλωντετραπόδων, ἐλάφων ἔδραμεν ὀξύτερον,τὸν βαρὺν οὐ μείνας ἀκοῆς ψόφον ἐκ δὲ βόησεν·“ μῆτερ, Σαγγαρίου χείλεσι πὰρ ποταμοῦἱρὴν σοὶ θαλάμην, ζωάγρια, καὶ λαλάγηματοῦτο, τὸ θηρὶ φυγῆς αἴτιον, ἀντίθεμαι.”χειμερίην διὰ νύκτα, χαλαζήεντά τε συρμὸνκαὶ νιφετὸν φεύγων καὶ κρυόεντα πάγον,μουνολέων, καὶ δὴ κεκακωμένος ἀθρόα γυῖα,ἦλθε φιλοκρήμνων αὖλιν ἐς αἰγινόμων.οἱ δʼ οὐκ ἀμφʼ αἰγῶν μεμελημένοι, ἀλλὰ περὶ σφέων,εἵατο σωτῆρα Ζῆνʼ ἐπικεκλόμενοι.χεῖμα δὲ θὴρ μείνας, θὴρ νύκτιος, οὔτε τινʼ ἀνδρῶνοὔτε βοτῶν βλάψας, ᾠχετʼ ἀπαυλόσυνος.οἱ δὲ πάθης ἔργον τόδʼ ἐϋγραφὲς ἀκρολοφίτᾳΠανὶ παρʼ εὐπρέμνῳ τᾷδʼ ἀνέθεντο δρυΐ;Μυριόπουν σκολόπενδραν ὑπʼ Ὠρίωνι κυκηθεὶςπόντος Ἰαπύγων ἔβρασ’ ἐπὶ σκοπέλους·καὶ τόδʼ ἀπὸ βλοσυροῦ σελάχευς μέγα πλευρὸν ἀνῆψανδαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων,λείψανον ἀμφίκλαστον ἁλιπλανέος σκολοπένδρηςτοῦτο κατʼ εὐψαμάθου κείμενον ἠϊόνος,δισσάκι τετρόργυιον, ἅπαν πεφορυγμένον ἀφρῷ,πολλὰ θαλασσαίῃ ξανθὲν ὑπὸ σπιλάδι,Ἑρμῶναξ ἐκίχανεν, ὅτε γριπηίδι τέχνῃεἷλκε τὸν ἐκ πελάγους ἰχθυόεντα βόλονεὑρὼν δʼ ἠέρτησε Παλαίμονι παιδὶ καὶ Ἰνοῖ,δαίμοσιν εἰναλίοις δοὺς τέρας εἰνάλιον.Εἰνάλιε λαβύρινθε, τύ μοι λέγε· τίς σ’ ἀνέθηκενἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑρόμενος; — “παίγνιον ἀντριάσιν Διονύσιος ἄνθετο Νύμφαιςʽδ̔ῶρον δʼ ἐξ ἱερᾶς εἰμι Πελωριάδος,ʼυἱὸς Πρωτάρχου· σκολιὸς δʼ ἐξέπτυσε πορθμός,ὄφρʼ εἴην λιπαρῶν παίγνιον Ἀντριάδων.”ἡρῷσσαι Λιβύων, ὄρος ἄκριτον αἵτε νέμεσθε,αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις,τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦταδράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους,ἅσσ’ ἀπὸ λικμητοῦ δεκατεύεται· ἀλλὰ καὶ οὕτωςἡρῷσσαι Λιβύων χαίρετε δεσπότιδες.