δείσας δʼ ὠμηστέω θηρὸς μόρον ὡς αὔγαξε,τύμπανον ἐξ ἱερᾶς ἐπλατάγησε νάπης.χὠ μὲν ἐνέκλεισεν φονίαν γένυν, ἐκ δὲ τενόντωνἔνθους ῥομβητὴν ἐστροφάλιζε φόβηνκεῖνος δʼ ἐκπροφυγὼν ὀλοὸν μόρον, εἵσατο Ῥείῃθῆρα, τὸν ὀρχησμῶν αὐτομαθῆ Κυβέλης.ἐκ ποτέ τις φρικτοῖο θεᾶς σεσοβημένος οἴστρῳῥομβητοὺς δονέων λυσσομανεῖς πλοκάμους,θηλυχίτων, ἀσκητὸς ἐϋσπείροισι κορύμβοις,ἁβρῷ τε στρεπτῶν ἅμματι κεκρυφάλων,ἴθρις ἀνήρ, κοιλῶπιν ὀρειάδα δύσατο πέτραν,Ζανὸς ἐλαστρησθεὶς γυιοπαγεῖ νιφάδι.τὸν δὲ μέτʼ ἀρρίγητος ἐπείσθορε ταυροφόνος θήρ,εἰς τὸν ἑὸν προμολὼν φωλεὸν ἑσπέριος·ἀθρήσας δʼ εἰς φῶτα, καὶ εὐτρήτοισιν ἀυτμὰνμυκτῆρσιν βροτέας σαρκὸς ἐρυσσάμενος,ἔστα μὲν βριαροῖσιν ἐπʼ ἴχνεσιν ὄμμα δʼ ἑλίξαςβρυχᾶτο σφεδανῶν ὄβριμον ἐκ γενύων.ἀμφὶ δʼ οἱ σμαράγει μὲν ἐναυλιστήριον ἄντρον,ἄχει δʼ ὑλάεις ἀγχινεφὴς σκόπελος.αὐτὰρ ὃ θαμβήσας φθόγγον βαρύν, ἐκ μὲν ἅπανταἐν στέρνοις ἐάγη θυμὸν ὀρινόμενονἀλλʼ ἔμπας ἐρίμυκον ἀπὸ στομάτων ὀλολυγὰνἧκεν, ἐδίνησεν δʼ εὐστροφάλιγγα κόμανχειρὶ δʼ ἀνασχόμενος μέγα τύμπανον, ἐπλατάγησεν,δινωτὸν Ῥείας ὅπλον Ὀλυμπιάδοςτὸ ζωᾶς ἐπαρωγὸν ἀήθεα γὰρ τότε βύρσηςταυρείου κενεὸν δοῦπον ἔδεισε λέων,ἐκ δὲ φυγὼν ὤρουσεν. ἴδʼ ὡς ἐδίδαξεν ἀνάγκαπάνσοφος ἐξευρεῖν ἔκλυσιν Ἀίδεω.Σάρδις Πεσσινόεντος ἀπὸ Φρυγὸς ἤθελʼ ἱκέσθαιἔκφρων, μαινομένην δοὺς ἀνέμοισι τρίχα,ἁγνὸς Ἄτυς, Κυβέλης θαλαμηπόλος· ἄγρια δʼ αὐτοῦἐψύχθη χαλεπῆς πνεύματα θευφορίης,ἑσπέριον στείχοντος ἀνὰ κνέφας· εἰς δὲ κάταντεςἄντρον ἔδυ, νεύσας βαιὸν ἄπωθεν ὁδοῦ.τοῦ δὲ λέων ὤρουσε κατὰ στίβον, ἀνδράσι δεῖμαθαρσαλέοις, Γάλλῳ δʼ οὐδʼ ὀνομαστὸν ἄχος,ὃς τότʼ ἄναυδος ἔμεινε δέους ὕπο, καί τινος αὔρῃδαίμονος ἐς στονοὲν τύμπανον ἧκε χέρας·