χαλκόν, ἀκριβείης οὐκ ἀπολειπόμενον,καὶ ζώνην πολύτιμον, ἅ τʼ οὐ φωνητὰ πρὸς ἀνδρός·ἀλλʼ ἐσορῇς πάσης Κύπριδος ὀπτασίην.τὸν ἀργυροῦν Ἔρωτα, καὶ περίσφυρονπέζαν, τὸ πορφυρεῦν τε Λεσβίδος κόμηςἕλιγμα, καὶ μηλοῦχον ὑαλόχροα,τὸ χάλκεὸν τʼ ἔσοπτρον, ἠδὲ τὸν πλατὺντριχῶν σαγηνευτῆρα, πύξινον κτένα,ὧν ἤθελεν τυχοῦσα, γνησία Κύπρι,ἐν σαῖς τίθησι Καλλίκλεια παστάσιν,εὔχεό τοῖς δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναιΛητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν,ὥσπερ ὑπὸ ξείνων τε, καὶ οἳ ναίουσι Κόρινθον,αἶνον ἔχεις χαρίτων μεστοτάτοις στεφάνοις,ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρουςκαὶ τρίποδας, πρὶν τόνδʼ ἀνθέμεναι πίνακα·τοσσάκι δʼ ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν,εὐδόξου Νίκας ἀγλαὸν ἅρμʼ ἐπέβης.φημὶ Γέλωνʼ, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον,παῖδας Δεινομένευς, τὸν τρίποδʼ ἀνθέμεναι,ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντωνΔαμαρέτου χρυσοῦ, τᾶς δεκάτας δεκάταν.ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρουὅπλʼ ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.Σῶσος καὶ Σωσὼ σωτήρια τόνδʼ ἀνέθηκανΣῶσος μὲν σωθείς, Σωσὼ δʼ ὅτι Σῶσος ἐσώθη.χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκʼ ἀλύξαςΓάλλος ἐρημαίην ἤλυθʼ ὑπὸ σπιλάδα,ὑετὸν ἄρτι κόμης ἀπομόρξατο· τοῦ δὲ κατʼ ἴχνοςβουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων.αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον ὃ σχέθε χειρὶἤραξεν, καναχῇ δʼ ἴαχεν ἄντρον ἅπαν.οὐδʼ ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρμεῖναι, ἀνʼ ὑλῆεν δʼ ὠκὺς ἔθυνεν ὄρος,δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.κειράμενος γονίμην τις ἄπο φλέβα Μητρὸς ἀγύρτηςἼδης εὐδένδρου πρῶνας ἐβουνοβάτει·τῷ δὲ λέων ἤντησε πελώριος, ὡς ἐπὶ θοίνηνχάσμα φέρων χαλεπὸν πειναλέου φάρυγος.