σφῦραι, καὶ μίλτῳ φυρόμενοι κανόνες,αἳ τʼ ἀρίδες, ξυστήρ τε, καὶ ἐστελεωμένος οὗτοςἐμβριθής, τέχνας ὁ πρύτανις, πέλεκυς,τρύπανά τʼ εὐδίνητα, καὶ ὠκήεντα τέρετρα,καὶ γόμφων οὗτοι τοὶ πίσυρες τορέες,ἀμφίξουν τε σκέπαρνον· ἃ δὴ χαριεργῷ Ἀθάνᾳὡνὴρ ἐκ τέχνας θήκατο παυόμενος.σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματοντὸν δὲ φιλοπλάγκτοιο κόμας σφιγκτῆρα Φιλαινίς,βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον·ῥιπίδα δʼ Ἀντίκλεια· καλύπτειραν δὲ προσώπου,ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον,ἁ καλὰ Ἡράκλεια· τὸν εὐσπειρῆ δὲ δράκοντα,χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων,πατρὸς Ἀριστοτέλους συνομώνυμος· αἱ συνομήθειςἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.σάνδαλα ταῦτα Βίτιννα· πολυπλάγκτου δὲ Φιλαινὶςπορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·ξανθὰ δʼ Ἀντίκλεια νόθον κεύθουσαν ἄημαῥιπίδα, τὰν μαλερὸν θάλπος ἀμυνομέναν·λεπτὸν δʼ Ἡράκλεια τόδε προκάλυμμα προσώπου,τευχθὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσινἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντοςοὔνομʼ Ἀριστοτέλεω πατρὸς ἐνεγκαμένα·ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι,ὤπασαν, αἱ γυάλων Ναυκράτιδος ναέται.ἡ τὰ πέδιλα φέρουσα, Μενεκράτις· ἡ δὲ τὸ φᾶρος,Φημονόη· Πρηξὼ δʼ, ἣ τὸ κύπελλον ἔχει.τῆς Παφίης δʼ ὁ νεὼς καὶ τὸ βρέτας· ἄνθεμα δʼ αὐτῶνξυνὸν· Στρυμονίου δʼ ἔργον Ἀριστομάχου.πᾶσαι δʼ ἀσταὶ ἔσαν καὶ ἑταιρίδες· ἀλλὰ τυχοῦσαικύπριδος εὐκρήτου, νῦν ἑνός εἰσι μία.Βιθυνὶς Κυθέρη με τεῆς ἀνεθήκατο, Κύπρι,μορφῆς εἴδωλον λύγδινον, εὐξαμένη.ἀλλὰ σὺ τῇ μικκῇ μεγάλην χάριν ἀντιμερίζου,ὡς ἔθος· ἀρκεῖται δʼ ἀνδρὸς ὁμοφροσύνῃ.Πεντηκονταέτις καὶ ἐπὶ πλέον ἡ φιλέραστοςΝικιὰς εἰς νηὸν Κύπριδος ἐκρέμασενσάνδαλα καὶ χαίτης ἀνελίγματα, τὸν δὲ διαυγῆ