εἷς λίθος ἀστράπτει τελετὴν πολύμορφον Ἰάκχουκαὶ πτηνῶν τρυγόωντα χορὸν καθύπερθεν Ἐρώτων.ἡ σοβαρὸν γελάσασα καθʼ Ἑλλάδος, ἥ ποτʼ ἐραστῶνἑσμὸν ἐπὶ προθύροις Λαῒς ἔχουσα νέων,τῇ Παφίῃ τὸ κάτοπτρον· ἐπεὶ τοίη μὲν ὁρᾶσθαιοὐκ ἐθέλω, οἵη δʼ ἦν πάρος οὐ δύναμαι.τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντοςνηῷ Ἀθηναίης κεῖται ὑπορρόφια,πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶνΠερσῶν ἱππομάχων αἵματι λουσάμενα.Ἡράκλεες, Τρηχῖνα πολύλλιθον ὅς τε καὶ Οἴτηνκαὶ βαθὺν εὐδένδρου πρῶνα πατεῖς Φολόης,τοῦτό σοι ἀγροτέρης Διονύσιος αὐτὸς ἐλαίηςχλωρὸν ἀπὸ δρεπάνῳ θῆκε ταμὼν ῥόπαλον.Εὐκαπὲς ἄγκιστρον, καὶ δούρατα δουλιχόεντα,χὠρμιήν, καὶ τὰς ἰχθυδόκους σπυρίδας,καὶ τοῦτον νηκτοῖσιν ἐπʼ ἰχθύσι τεχνασθέντακύρτον, ἁλιπλάγκτων εὕρεμα δικτυβόλων,τρηχύν τε τριόδοντα, Ποσειδαώνιον ἔγχος,καὶ τοὺς ἐξ ἀκάτων διχθαδίους ἐρέτας,ὁ γριπεὺς Διόφαντος ἀνάκτορι θήκατο τέχνας,ὡς θέμις, ἀρχαίας λείψανα τεχνοσύνας.Δούνακας ἀκροδέτους, καὶ τὴν ἁλινηχέα κώπην,γυρῶν τʼ ἀγκίστρων λαιμοδακεῖς ἀκίδας,καὶ λίνον ἀκρομόλιβδον, ἀπαγγελτῆρά τε κύρτουφελλόν, καὶ δισσὰς σχοινοπλεκεῖς σπυρίδας,καὶ τὸν ἐγερσιφαῆ πυρὸς ἔγκυον ἔμφλογα πέτρον,ἄγκυράν τε, νεῶν πλαζομένων παγίδα.Πείσων ὁ γριπεὺς Ἑρμῇ πόρεν, ἔντρομος ἤδηδεξιτερήν, πολλοῖς βριθόμενος καμάτοις.Ἀμφιτρύων μʼ ἀνέθηκεν ἑλὼν ἀπὸ Τηλεβοάων,Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνινικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.Λαοδάμας τρίποδʼ αὐτὸς ἐϋσκόπῳ Ἀπόλλωνιμουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.σοὶ μὲν καμπύλα τόξα, καὶ ἰοχέαιρα φαρέτρη,δῶρα παρὰ Προμάχου, Φοῖβε, τάδε κρέμαται·ἰοὺς δὲ πτερόεντας ἀνὰ κλόνον ἄνδρες ἔχουσινἐν κραδίαις, ὀλοὰ ξείνια δυσμενέων.Τριτογενές, Σώτειρα, Διὸς φυγοδέμνιε κούρα,