τοίην ἀλλʼ ἐπίνευε, τίθει δέ μιν, ὡς πρό γε τοῖον,ὣς αὖτις πολιῷ γήραϊ νιφόμενον.Εἰνοδίη, σοὶ τόνδε φίλης ἀνεθήκατο κόρσηςπῖλον, ὁδοιπορίης σύμβολον, Ἀντίφιλος·ἦσθα γὰρ εὐχωλῇσι κατήκοος, ἦσθα κελεύθοιςἵλαος· οὐ πολλὴ δʼ ἡ χάρις, ἀλλʼ ὁσίη.μὴ δέ τις ἡμετέρου μάρψῃ χερὶ μάργος ὁδίτηςἀνθέματος· συλᾶν ἀσφαλὲς οὐδʼ ὀλίγα.ἐκ τόκου, Εἰλείθυια, πικρὰν ὠδῖνα φυγοῦσα,ἀμβροσίη κλεινῶν θήκατό σοι πρὸ ποδῶνδεσμὰ κόμας καὶ πέπλον, ἐφʼ ᾧ δεκάτῳ ἐνὶ μηνὶδισσὸν ἀπὸ ζώνης κῦμʼ ἐλόχευσε τέκνων.σάνδαλα καὶ μίτρην περικαλλέα, τόν τε μυρόπνουνβόστρυχον ὡραίων οὖλον ἀπὸ πλοκάμων,καὶ ζώνην, καὶ λεπτὸν ὑπένδυμα τοῦτο Χιτῶνος,καὶ τὰ περὶ στέρνοις ἀγλαὰ μαστόδετα,ἔμβρυον εὐώδινος ἐπεὶ φύγε νηδύος ὄγκον,Εὐφράντη νηῷ θῆκεν ὕπʼ Ἀρτέμιδος.Εὐθύσανον ζώνην τοι ὁμοῦ καὶ τόνδε κύπασσινἈτθὶς παρθενίων θῆκεν ὕπερθε θυρῶν,ἐκ τόκου, ὦ Λητωΐ, βαρυνομένης ὅτε νηδὺνζωὸν ἀπʼ ὠδίνων λύσαο τῆσδε βρέφος.ἡ γρῆϋς ἡ χερνῆτις, ἡ γυιὴ πόδας,πύστιν κατʼ ἐσθλὴν ὕδατος παιωνίου ,ἦλθέν ποθερπύζουσα σὺν δρυὸς ξύλῳ,τό μιν διεσκήριπτε τὴν τετρωμένην·οἶκτος δὲ Νύμφας εἷλεν, αἵτʼ ἐριβρόμουΑἴτνης παρωρείῃσι Συμαίθου πατρὸςἔχουσι δινήεντος ὑγρὸν οἰκίον.καὶ τῆς μὲν ἀμφίχωλον ἀρτεμὲς σκέλοςθερμὴ διεστήριξεν Αἰτναίη λιβάς·νύμφαις δʼ ἔλειπε βάκτρον, αἵτʼ ἐπῄνεσανπέμπειν μιν ἀστήρικτον, ἡσθείσαις δόσει.Θῆρις ὁ δαιδαλόχειρ τᾷ Παλλάδι πῆχυν ἀκαμπῆ,καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα,καὶ πέλεκυν ῥυκάναν τʼ εὐαυγέα, καὶ περιαγὲςτρύπανον, ἐκ τέχνας ἄνθετο παυσάμενος.τέκτονος ἄρμενα ταῦτα Λεοντίχου, αἵ τε χαρακταὶῥῖναι, καὶ κάλων οἱ ταχινοὶ βορέες,στάθμαι καὶ μιλτεῖα, καὶ αἱ σχεδὸν ἀμφιπλῆγες