εἰ δʼ, ὥς εὑ βαρύγυιον ἀπώσαο νοῦσον, ἐλάσσειςκαὶ πενίην, δώσω πιαλέον χίμαρον.ἐκ πενίης, ὡς οἶσθʼ, ἀκραιφνέος ἀλλὰ δικαίης,Κύπρις, ταῦτα δέχευ δῶρα Λεωνίδεω·πορφυρέην ταύτην ἐπιφυλλίδα, τὴν θʼ ἁλίπαστονδρύπεπα, καὶ ψαιστῶν τὴν νομίμην θυσίην,σπονδὴν θʼ, ἣν ἀσάλευτον ἀφύλισα, καὶ τὰ μελιχρὰσῦκα. σὺ δʼ, ὡς νούσου, ῥύεο καὶ πενίης·καὶ τότε βουθυτέοντὰ μʼ ἐσόψεαι. ἀλλὰ σύ, δαῖμον,σπεύδοις ἀντιλαβεῖν τὴν ἀπʼ ἐμεῦ χάριτα.ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳλείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν,καὶ γαμψὸν Χαίτῃσιν ἐφʼ ἱππείῃσι πεδηθὲνἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,καὶ δόνακα τριτάνυστον, ἀβάπτιστόν τε καθʼ ὕδωρφελλόν, ἀεὶ κρυφίων σῆμα λαχόντα βόλων·οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας, οὐδʼ ἐπιαύειἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.Πρίηπʼ αἰγιαλῖτα, φυκόγειτον,Δαμοίτας ἁλιεύς, ὁ βυσσομέτρης,τὸ πέτρης ἁλιπλῆγος ἐκμαγεῖον,ἡ βδέλλα σπιλάδων, ὁ ποντοθήρης,σοὶ τὰ δίκτυα τἀμφίβληστρα ταῦτα,δαῖμον, εἵσατο, τοῖς ἔθαλπε γῆρας.σῷζε, θεὰ Τριτοῖ, τὰ τεθέντα [τε] τὸν τʼ ἀναθέντα.Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν Ἀθάνᾳαὐλὸν ἐριβρεμέταν Μίκκος Ἐνυαλίου,ᾧ ποτε καὶ θυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψενπρόσθε, τὸ μὲν στοναχᾶς σῆμα, τὸ δʼ εὐνομίας.Ῥαιβοσκελῆ, δίχαλον, ἀμμοδύτοραὀπισθοβάμονʼ, ἀτράχηλον, ὀκτάπουν,νήκταν, τερεμνόνωτον, ὀστρακόχροα,τῷ Πανὶ τὸν πάγουρον ὁρμιηβόλος,ἄγρας ἀπαρχάν, ἀντίθησι Κώπασος.Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα ΜήδωνΠαυσανίας Φοίβῳ μνᾶμʼ ἀνέθηκα τόδε.ὥριον ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἰούλουςκειράμενος, γενύων ἄρσενας ἀγλαΐας,Φοίβῳ θῆκε Λύκῶν, πρῶτον γέρας· εὔξατο δʼ οὕτωςκαὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων.