Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δʼ ἁλίοισινΚλείτωρ, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις.τοὔνεκα, Πάν, τὸν μέν γε διʼ αἰθέρος, ὃν δʼ ἀπὸ λόχμης,τὸν δὲ διʼ αἰγιαλῶν θὲς πολυαγρότερον.βριθὺ μὲν ἀγραύλων τόδε δίκτυον ἄνθετο θηρῶνΔᾶμις, καὶ Πίγρης πτηνολέτιν νεφέλην,ἁπλότατον δʼ ἁλὶ τοῦτο μιτορραφὲς ἀμφίβληστρονΚλείτωρ εὐθήρῳ Πανὶ προσευξάμενοι.τοὔνεκα, Πάν, κρατερῷ πόρε Δάμιδι ληΐδα θηρῶν,Πίγρῃ δʼ οἰωνῶν, Κλείτορι δʼ εἰναλίων.δίκτυα σοὶ τάδε, Πάν, ἀνεθήκαμεν οἶκος ἀδελφῶνοἱ τρεῖς, ἐξ ὀρέων, ἠέρος, ἐκ πελάγευς.δικτυβόλει τούτῳ δὲ παρʼ ἠιόνων κροκάλαισιν·θηροβόλει τούτῳ δʼ ἄγκεσι θηροτόκοις·τὸν τρίτον ἐν πτηνοῖσιν ἐπίβλεπε· τῆς γὰρ ἁπάντων,δαῖμον, ἔχεις ἡμέων δῶρα λινοστασίας.Πανὶ κασιγνήτων ἱερὴ τριάς , ἄλλος ἀπʼ ἄλλης,ἄνθετʼ ἀπʼ οἰκείης σύμβολον ἐργασίης,Πίγρης ὀρνίθων, ἁλίων ἀπομοίρια Κλείτωρἔμπαλιν ἰθυτόμων Δᾶμις ἀπὸ σταλίκων.ἀνθʼ ὧν εὐαγρίην τῷ μὲν χθονός, ᾧ δὲ διδοίηςἐξ ἁλός, ᾧ δὲ νέμοις ἠέρος ὠφελίην.ὁ Κρὴς Θηρίμαχος τὰ λαγωβόλα Πανὶ Λυκαίῳταῦτα πρὸς Ἀρκαδικοῖς ἐκρέμασε σκοπέλοις.ἀλλὰ σὺ Θηριμάχῳ δώρων χάριν, ἀγρότα δαῖμον,χεῖρα κατιθύνοις τοξότιν ἐν πολέμῳ,ἔν τε συναγκείαισι παρίστασο δεξιτερῇ οἱ,πρῶτα διδοὺς ἄγρης, πρῶτα καὶ ἀντιπάλων. .νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθηἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί,χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰεἵσαθʼ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιολιτὰ τάδʼ ἐκ λιτοῦ δῶρα Λεωνίδεω·πεντάδα τὴν σταφυλῆς εὐρώγεα, καὶ μελιηδὲςπρώιον εὐφύλλων σῦκον ἀπʼ ἀκρεμόνων,καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην,καὶ ψαιστῶν ὀλίγον δρᾶγμα πενιχραλέων,καὶ σταγόνα σπονδῖτιν, ἀεὶ θυέεσσιν ὀπηδόν,τὴν κύλικος βαιῷ πυθμένι κευθομένην.