Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδωνβουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε·τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,νεβρίδα, τὰν πήραν, ᾇ ποτʼ ἐμαλοφόρει.δέξαι μʼ, Ἡράκλεις, Ἀρχεστράτου ἱερὸν ὅπλον,ὄφρα, ποτὶ ξεστὰν παστάδα κεκλιμένα,γηραλέα τελέθοιμι, χορῶν ἀίουσα καὶ ὕμνωνἀρκείτω στυγερὰ δῆρις Ἐνυαλίου.Ἀγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπʼ ἄλληςαὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης,Πίγρης μὲν δειραχθὲς ἐΰβροχον ἅμμα πετανῶν,Δᾶμις δʼ ὑλονόμων δίκτυα τετραπόδων,ἄρκυν δʼ εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ διʼ αἴθραςκαὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.ταῦτά σοι ἔκ τʼ ὀρέων, ἔκ τʼ αἰθέρος, ἔκ τε θαλάσσηςτρεῖς γνωτοὶ τέχνης σύμβολα, Πάν, ἔθεσανταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρηςοἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδωνοἷς ἅμα χερσαίαισιν, ἅμʼ ἠερίαισιν ἐν ἄγραις,Ἀγρεῦ, ἅμʼ ἐν πλωταῖς, ὡς πρίν ἀρωγὸς ἴθι.Τρίζυγες, οὑρεσιοικε, κασίγνητοι τάδε τέχναςἄλλος ἀπʼ ἀλλοίας σοὶ λίνα, Πάν, ἔθεσαν,καὶ τὰ μὲν ὀρνίθων Πίγρης, τὰ δὲ δίκτυα θηρῶνΔᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεντῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δʼ ἠερίῃσιν ἐν ἄγραιςαἰέν, ὁ δʼ ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.Πίγρης ὀρνίθων ἄπο δίκτυα, Δᾶμις ὀρείων,Κλείτωρ δʼ ἐκ βυθίων, σοὶ τάδε, Πάν, ἔθεσαν,ξυνὸν ἀδελφειοὶ θήρης γέρας, ἄλλος ἀπʼ ἄλλης,ἴδρι τὰ καὶ γαίης, ἴδρι τὰ καὶ πελάγευς·ἀνθʼ ὧν τῷ μὲν ἁλός, τῷ δʼ ἠέρος, ᾧ δʼ ἀπὸ δρυμῶνπέμπε κράτος ταύτῃ, δαῖμον, ἐπʼ εὐσεβίῃ.σοὶ τάδε, Πάν, θηρευταὶ ἀνηρτήσαντο σύναιμοιδίκτυα, τριχθαδίης δῶρα κυναγεσίης·Πίγρης μὲν πτανῶν, Κλείτωρ ἁλός, ὃς δʼ ἀπὸ χέρσου,Δᾶμις, τετραπόδων ἀγκύλος ἰχνελάτης.ἀλλὰ σὺ κἠν δρυμοῖσι, καὶ εἰν ἁλί, καὶ διὰ μέσσηςἠέρος εὔαγρον τοῖσδε δίδου κάματον.τρισσὰ τάδε τρισσοὶ θηραγρέται, ἄλλος ἀπʼ ἄλληςτέχνης, πρὸς νηῷ Πανὸς ἔθεντο λίνα·