ἄγκειται, δίψης φάρμακʼ ἀλεξίκακα.αὐτῷ σοὶ πρὸς Ὄλυμπον ἐμακύναντο κολοσσὸντόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε,χάλκεον ἁνίκα κῦμα κατευνάσαντες Ἐνυοῦςἔστεψαν πάτραν δυσμενέων ἐνάροις.οὐ· γὰρ ὑπὲρ πελάγους μόνον † κάτθεσαν, ἀλλὰκαὶ ἐν γᾷ,ἁβρὸν ἀδουλώτου φέγγος ἐλευθερίας·τοῖς γὰρ ἀφʼ Ἡρακλῆος ἀεξηθεῖσι γενέθλαςπάτριος ἐν πόντῳ κἠν χθονὶ κοιρανία.πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα, καὶ τὸ δίθυρσοντοῦτο τὸ λογχωτόν, καὶ τὸ περισφύριον,οἷς ἀνέδην βάκχευεν, ὅτʼ ἐς Διόνυσον ἐφοίτακισσωτὴν στέρνοις νεβρίδʼ ἀναπτομένη,αὐτῷ σοί, Διόνυσε, πρὸ παστάδος ᾐώρησεταῦτα τὰ καὶ κάλλευς κόσμια καὶ μανίης.Ἀχρυλὶς ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκαςπολλάκι τὰς ἱερὰς χευαμένη πλοκάμους,γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσατὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων,τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρειᾳ,θερμὸν ἐπεὶ λύσσης ὧδʼ ἀνέπαυσε πόδα.Παλλάδι ταὶ τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳτεῦξαι λεπταλέον στάμονʼ ἐπιστάμεναι,Δημὼ μὲν ταλαρίσκον ἐύπλοκον, Ἀρσινόα δὲἐργάτιν εὐκλώστου νήματος ἠλακάτανκερκίδα δʼ εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοις,Βακχυλίς, εὐκρέκτους ᾇ διέκρινε μίτους·ζώειν γὰρ δίχα παντὸς ὀνείδεος ἤθελʼ ἑκάστα,ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον.τὸν κύνα, τὸν πάσης κρατερῆς ἐπιΐδμονα θήρης,ἔξεσε μὲν Λεύκων, ἄνθετο δʼ Ἀλκιμένης.Ἀλκιμένης δʼ οὐχ εὗρε τί μέμψεται· ὡς δʼ ἴδʼ ὁμοίηνεἰκόνα παντοίῳ σχήματι φαινομένην,κλοιὸν ἔχων πέλας ἦλθε, λέγων Λεύκωνι κελεύειντῷ κυνὶ καὶ βαίνειν πεῖθε γὰρ ὡς ὑλάων.τὸν κύνα, τὰν πήραν τε καὶ ἀγκυλόδοντα σίγυνον,Πανί τε καὶ Νύμφαις ἀντίθεμαι Δρυάσιν·τὸν κύνα δὲ ζώοντα πάλιν ποτὶ ταὔλιον ἄξω,ξηρὰς εἰς ἀκόλους ξυνὸν ἔχειν ἕταρον.