τῇ δὲ τὰ θηλείης, τῇ δὲ τὰ μηδετέρης.Λαῒς ἀμαλδυνθεῖσα χρόνῳ περικαλλέα μορφήν,γηραλέων στυγέει μαρτυρίην ῥυτίδωνἔνθεν πικρὸν ἔλεγχον ἀπεχθήρασα κατόπτρου,ἄνθετο δεσποίνῃ τῆς πάρος ἀγλαΐης.“ ἀλλὰ σύ μοι, Κυθέρεια, δέχου νεότητος ἑταῖρονδίσκον, ἐπεὶ μορφὴ σὴ χρόνον οὐ τρομέει.”κάλλος μέν, Κυθέρεια, χαρίζεαι· ἀλλὰ μαραίνειὁ χρόνος ἑρπύζων σήν, βασίλεια, χάριν.δώρου δʼ ὑμετέροιο παραπταμένου με, Κυθήρη,δέχνυσο καὶ δώρου, πότνια, μαρτυρίην.Ἑλλάδα νικήσασαν ὑπέρβιον ἀσπίδα ΜήδωνΛαῒς θῆκεν ἑῷ κάλλεϊ ληιδίηνμούνῳ ἐνικήθη δʼ ὑπὸ γήραϊ, καὶ τὸν ἔλεγχονἄνθετό σοι, Παφίη, τὸν νεότητι φίλονἧς γὰρ ἰδεῖν στυγέει πολιῆς παναληθέα μορφήν,τῆσδε συνεχθαίρει καὶ σκιόεντα τύπον.Σκάπτειραν κήποιο φιλυδρήλοιο δίκελλαν,καὶ δρεπάνην καυλῶν ἄγκυλον ἐκτομίδα,τὴν τʼ ἐπινωτίδιον βροχετῶν ῥακόεσσαν ἀρωγόν,καὶ τὰς ἀρρήκτους ἐμβάδας ὠμοβοεῖς,τόν τε διʼ εὐτρήτοιο πέδου δύνοντα κατʼ ἰθὺἀρτιφυοῦς κράμβης πάσσαλον ἐμβολέα,καὶ σκάφος ἐξ ὀχετῶν πρασιὴν διψεῦσαν ἐγείρειναὐχμηροῖο θέρευς οὔ ποτε παυσάμενον,σοὶ τῷ κηπουρῷ Ποτάμων ἀνέθηκε, Πρίηπε,κτησάμενος ταύτης ὄλβον ἀπʼ ἐργασίης,Ἀρτιχανῆ ῥοιάν τε, καὶ ἀρτίχνουν τόδε μῆλον,καὶ ῥυτιδόφλοιον σῦκον ἐπομφάλιον,πορφύρεόν τε βότρυν μεθυπίδακα, πυκνορρᾶγα·καὶ κάρυον χλωρῆς ἀρτίδορον λεπίδος,ἀγροιώτῃ τῷδε μονοστόρθυγγι Πριήπῳθῆκεν ὁ καρποφύλαξ, δενδριακὴν θυσίην.Ἑρμεία, σήραγγος ἁλίκτυπον ὃς τόδε ναίειςεὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας,δέξο σαγηναίοιο λίνου τετριμμένον ἅλμῃλείψανον, αὑχμηρῶν ξανθὲν ἐπʼ ἠιόνων,γρίπους τε, πλωτῶν τε πάγην, περιδινέα κύρτον,καὶ φελλὸν κρυφίων σῆμα λαχόντα βόλων,καὶ βαθὺν ἱππείης πεπεδημένον ἅμματι χαίτης,