λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.Γλαύκῳ καὶ Νηρῆι καὶ Ἰνώῳ Μελικέρτῃ,καὶ βυθίῳ Κρονίδῃ, καὶ Σαμόθρᾳξι θεοῖς,σωθεὶς ἐκ πελάγους Λουκίλλιος ὧδε κέκαρμαιτὰς τρίχας ἐκ κεφαλῆς· ἄλλο γὰρ οὐδὲν ἔχω.στρεπτὸν Βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα,καὶ σκύλος ἀμφιδόρου στικτὸν ἀχαιίνεω,καὶ κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων,καὶ θύρσου χλοερὸν κωνοφόρου κάμακα,καὶ κούφοιο βαρὺν τυπάνου βρόμον, ἠδὲ φορηθὲνπολλάκι μιτροδέτου λῖκνον ὕπερθε κόμης,Εὐάνθη Βάκχῳ, τὴν ἔντρομον ἁνίκα θύρσοιςἄτρομον εἰς προπόσεις χεῖρα μετημφίασεν.εἰκόνα τῆς κήλης Διονύσιος ὧδʼ ἀνέθηκεν,σωθεὶς ἐκ ναυτῶν τεσσαράκοντα μόνος·τοῖς μηροῖς αὐτὴν γὰρ ὑπερδήσας ἐκολύμβα.ἔστʼ οὖν καὶ κήλης ἔν τισιν εὐτυχίη.σοί, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰντὸν τράγον ὦ δισσᾶς ἀγέτα θηροσύνας —σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴεὔαδε, καὶ ταχινῆς ἔργα λαγωσφαγίης,δίκτυὰ τʼ ἐν ῥοθίοις ἁπλούμενα, καὶ καλαμευτὰςκάμνων, καὶ μογερῶν πεῖσμα σαγηνοβόλων —ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγρανἄνυε, καὶ πτῶκας πολλάκις ἐξεσόβει.Βοτρυΐων ἀκάμαντα φυτῶν λωβήτορα κάπρον,τὸν θρασὺν ὑψικόμων ἐνναέταν δονάκων,πολλάκις ἐξερύσαντα θοῶν ἀκμαῖσιν ὀδόντωνδένδρεα, καὶ νομίους τρεψάμενον σκύλακας,ἀντήσας ποταμοῖο πέλας, πεφρικότα χαίτας,ἄρτι καὶ ἐξ ὕλας πάγχυ λιπόντα βάθος,χαλκῷ Ξεινόφιλος κατενήρατο, καὶ παρὰ φηγῷθηρὸς ἀθωπεύτου Πανὶ καθῆψε δέρας,Κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέρονταῥᾶγας, ἀπέκτεινεν τῷδʼ ἐπὶ θειλοπέδῳ·αὐήνας δʼ ἀνέθηκε φιλακρήτῳ Διονύσῳτὸν τὰ Διωνύσου δῶρα λεϊζόμενον,αἱ πτελέαι τῷ Πανί, καὶ αἱ τανυμήκεες αὗταιἰτέαι ἥ. θʼ ἱερὰ κἀμφιλαφὴς πλάτανος,χαἰ λιβάδες, καὶ ταῦτα βοτηρικὰ Πανὶ κύπελλα