παῖς Ἡγησιδίκου πίονα τυροφόρον.Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα,οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχων.καλῷ σὺν τέττιγι Χαρίξεινος τρίχα τήνδεκουρόσυνον κούραις θῆκʼ Ἀμαρυνθιάσισὺν βοῒ χερνιφθέντα· πάις δʼ ἴσον ἀστέρι λάμπει,πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος.Ἄρτεμις, ἡ Γόργοιο φύλαξ κτεάνων τε καὶ ἀγροῦ,τόξῳ μὲν κλῶπας βάλλε, σάου δὲ φίλους·καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίηςαἷμα καὶ ὡραίους ἄρνας ἐπὶ προθύροις.Πανὶ Βίτων χίμαρον, Νύμφαις ῥόδα, θύρσα Λυαίῳ,τρισσὸν ὑπʼ εὐπετάλοις δῶρον ἔθηκε φόβαιςδαίμονες ἀλλὰ δέχοισθε κεχαρμένοι, αὔξετε δʼ αἰεὶΠὰν ἀγέλην, Νύμφαι πίδακα, Βάκχε γάνος.ἁ πάρος αἱματόεν πολέμου μέλος ἐν δαῒ σάλπιγξκαὶ γλυκὺν εἰράνας ἐκπροχέουσα νόμον,ἄγκειμαι, Φερένικε, τεὸν Τριτωνίδι κούρᾳδῶρον, ἐριβρύχων παυσαμένα κελάδων.κερκίδα τὰν ὀρθρινά, χελιδονίδων ἅμα φωνᾷ,μελπομέναν, ἱστῶν Παλλάδος ἀλκυόνα,τόν τε καρηβαρέοντα πολυρροίβδητον ἄτρακτον,κλωστῆρα στρεπτᾶς εὔδρομον ἁρπεδόνας,καὶ πήνας, καὶ τόνδε φιληλάκατον καλαθίσκον,στάμονος ἀσκητοῦ καὶ τολύπας φύλακα,παῖς ἀγαθοῦ Τελέσιλλα Διοκλέος ἁ φιλοεργὸςεἰροκόμων Κούρᾳ θήκατο δεσπότιδι.ἑσπερίου Μάρκελλος ἀνερχόμενος πολέμοιοσκυλοφόρος κραναῆς τέλσα παρʼ Ἰταλίης,ξανθὴν πρῶτον ἔκειρε γενειάδα· βούλετο πατρὶςοὕτως, καὶ πέμψαι παῖδα καὶ ἄνδρα λαβεῖν.ἄνθεμά σοι Μελέαγρος ἑὸν συμπαίστορα λύχνον,Κύπρι φίλη, μύστην σῶν θέτο παννυχίδων.τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεσκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ;οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος·ἀλλʼ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳοἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα·οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳ