ἧς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸςὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸςΔημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,γιγνώσκεις· ἢν δʼ ἆρα λάθῃ καὶ † μιν ἀπαιτῇς,φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαιςπλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ,εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγηἀθρήσας φήσεις· Ἕσπερε, πῶς ἔπεσες.φησὶν ὅ με στήσας Εὐαίνετος οὐ γὰρ ἔγωγεγιγνώσκὠ νίκης ἀντί με τῆς ἰδίηςἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω,Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖςΑἰσχυλίς, Εἰρήνης μητρὸς ὑποσχεσίῃ.Μίκκος ὁ Πελλαναῖος Ἐνυαλίου βαρὺν αὐλὸντόνδʼ ἐς Ἀθαναίας ἐκρέμασ’ Ἰλιάδος,Τυρσηνὸν μελέδαμα, διʼ οὗ ποκα πόλλʼ ἐβόασενὡνὴρ εἰράνας σύμβολα καὶ πολέμου.καὶ στάλικας καὶ πτηνὰ λαγωβόλα σοὶ τάδε Μείδων,Φοῖβε, σὺν ἰξευταῖς ἐκρέμασεν καλάμοις,ἔργων ἐξ ὀλίγων ὀλίγην δόσιν ἢν δέ τι μεῖζονδωρήσῃ, τίσει τῶνδε πολυπλάσια.Βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶςἘριασπίδα υἱὸςΚλεύβοτος· ἁ πάτρα δʼ εὐρύχορος Τεγέα·τάθάνᾳ δὲ τὸ δῶρον· Ἀριστοτέλης δʼ ἐπόησενΚλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα.Ἀγρονόμῳ τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳπρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε ΒίτωνΠανὶ μὲν ἀρτίτοκον χίμαρον συμπαίστορα ματρός,κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος·νύμφαις δὲ σκιερῆς εὐποίκιλον ἄνθος ὀπώρης,φύλλα τε πεπταμένων αἱματόεντα ῥόδων.ἀνθʼ ὧν εὔυδρον, Νύμφαι, τόδε δῶμα γέροντοςαὔξετε, Πὰν γλαγερόν, Βάκχε πολυστάφυλονἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳπέξατο μολπαστᾷ κῶρος ὁ τετραετής·αἰχμητὰν δʼ ἐπέθυσεν ἀλέκτορα, καὶ πλακόεντα