δέδμηνται, ποθέουσαι ὁμῶς ἵππους τε καὶ ἄνδρας,Παλλάδι· τοὺς δʼ ὁ μέλας ἀμφέχανεν θάνατος.ἔντεα Βρέττιοι ἄνδρες ἀπʼ αἰνομόρων βάλον ὤμων,θεινόμενοι Λοκρῶν χερσὶν ὕπʼ ὠκυμάχων,ὧν ἀρετὰν ὑμνεῦντα θεῶν ὑπʼ ἀνάκτορα κεῖνται,οὐδὲ ποθεῦντι κακῶν πάχεας, οὓς ἔλιπον.Ἀλκιβίη πλοκάμων ἱερὴν ἀνέθηκε καλύπτρηνἭρῃ, κουριδίων εὖτʼ ἐκύρησε γάμων.ἡ τὸν θύρσον ἔχουσ’ Ἑλικωνιάς, ἥ τε παρʼ αὐτὴνΞανθίππη, Γλαύκη τʼ, εἰς χορὸν ἐρχόμεναι,ἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσικισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον.οὗτος Φειδόλα ἵππος ἀπʼ εὐρυχόροιο Κορίνθουἄγκειται Κρονίδᾳ, μνᾶμα ποδῶν ἀρετᾶς.Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηριςεἷμα τόδε· ξυνὴ δʼ ἀμφοτέρων σοφίη.πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷΝαυκράτει, εὐχωλὰς τάσδʼ ὑποδεξάμενος.πρὶν μὲν Καλλιτέλης μʼ ἱδρύσατο· τόνδε δʼ ἐκείνουἔκγονοι ἐστάσανθʼ, οἷς χάριν ἀντιδίδου.Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίουυἱός· ἐποίησεν δʼ ἔργον Ἀναξαγόρας.παιδὶ φιλοστεφάνῳ Σεμέλας [μʼ] ἀνέθηκε Μέλανθοςμνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου.Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο,ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται,σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμονΘεσσαλίας μʼ ἀνέθηκʼ ἀρχὸς Ἐχεκρατίδας.εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαιἤπιον, ὃς μʼ ἐρατοῖς ἀγλαΐην προθύροιςἙρμῇ τε κρείοντι καθέσσατο τὸν δʼ ἐθέλονταἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι,Στροίβου παῖ, τόδʼ ἄγαλμα, Λεώκρατες, εὖτʼ ἀνέθηκαςἙρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριτας,οὐδʼ Ἀκαδημίαν πολυγαθέα, τῆς ἐν ἀγοστῷσὴν εὐεργεσίην τῷ προσιόντι λέγω,βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος,ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.καὶ πάλιν, Εἰλείθυια, Λυκαινίδος ἐλθὲ καλεύσης,εὔλοχος, ὠδίνων ὧδε σὺν εὐκολίῃ·