“ μήνιος· ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσαἐν προμάχοις Ὀδρύσας δήιον ἀμπεδίον.”ἕσταθι τεῖδε, κράνεια βροτοκτόνε, μηδʼ ἔτι λυγρὸνχάλκεον ἀμφʼ ὄνυχα στάζε φόνον δαΐωνἀλλʼ ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθάνας,ἄγγελλʼ ἀνορέαν Κρητὸς Ἐχεκρατίδα.ἀσπὶς ἀπὸ βροτέων ὤμων Τιμάνορος ἇμμαιναῷ ὑπορροφία Παλλάδος ἀλκιμάχας,πολλὰ σιδαρείου κεκονιμένα ἐκ πολέμοιο,τόν με φέροντʼ αἰεὶ ῥυομένα θανάτου.ἤδη τῇδε μένω πολέμου δίχα, καλὸν ἄνακτοςστέρνον ἐμῷ νώτῳ πολλάκι ῥυσαμένα.καίπερ τηλεβόλους ἰοὺς καὶ χερμάδιʼ αἰνὰμυρία καὶ δολιχὰς δεξαμένα κάμακας,οὐδέποτε Κλείτοιο λιπεῖν περιμάκεα πᾶχυνφαμὶ κατὰ, βλοσυρὸν φλοῖσβον Ἐνυαλίου.σᾶμα τόδʼ οὐχὶ μάταιον ἐπʼ ἀσπίδι παῖς ὁ ΠολύττουὝλλος ἀπὸ Κρήτας θοῦρος ἀνὴρ ἔθετο,Γοργόνα τὰν λιθοεργὸν ὁμοῦ καὶ τριπλόα γοῦναγραψάμενος· δῄοις τοῦτο δʼ ἔοικε λέγειν“ ἀσπίδος ὦ κατʼ ἐμᾶς πάλλων δόρυ, μὴ κατίδῃς με,καὶ φεῦγε τρισσοῖς τὸν ταχὺν ἄνδρα ποσίν.”μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηοςἐκπρολιπγοῦσα χορῶν παρθενίων ἀΐεινἈρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μʼ ἔθηκεν,λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.ἧσο κατʼ ἠγάθεον τόδʼ ἀνάκτορον, ἀσπὶ φαεννά,ἄνθεμα Λατῴᾳ δήιον Ἀρτέμιδι.πολλάκι γὰρ κατὰ δῆριν Ἀλεξάνδρου μετὰ χερσὶνμαρναμένα χρυσέαν εὖ κεκόνισαι ἴτυν.ὀκτώ τοι θυρεούς, ὀκτὼ κράνη, ὀκτὼ ὑφαντοὺςθώρηκας, τόσσας θʼ αἱμαλέας κοπίδας,ταῦτʼ ἀπὸ Λευκανῶν Κορυφασίᾳ ἔντεʼ ἈθάνᾳἍγνων Εὐάνθευς θῆχʼ ὁ βιαιομάχας.τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον ἈθάνᾳΠύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν,πάντα τὸν Ἀντιγόνου καθελὼν στρατὸν οὐ μέγα θαῦμα·αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.αἵδʼ ἀπὸ Λευκανῶν θυρεάσπιδες, οἱ δὲ χαλινοὶστοιχηδόν, ξεσταὶ τʼ ἀμφίβολοι κάμακες