Δαρδανέων ὀλετήρ, ὁ κεραύνιος εἷλε Φίλιππος,πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι·καὶ τάδε σοὶ βριαρᾶς, Ἡράκλεες, οὐ δίχα βύρσαςθῆκεν, ἀμαιμακέτου κρατὸς ἔρεισμα, κέρα.σᾶς τοι ὅδʼ ἐκ ῥίζας ἀναδέδρομεν οὒ οἱ ἀεικὲςπατρῴου ζαλοῦν ἔργα βοοκτασίας.σοὶ γέρας, Ἀλκείδα Μινυαμάχε, τοῦτο Φίλιπποςδέρμα ταναιμύκου λευρὸν ἔθηκε βοὸςαὐτοῖς σὺν κεράεσσι, τὸν ὕβρεϊ κυδιόωνταἔσβεσεν Ὀρβηλοῦ τρηχὺν ὑπὸ πρόποδα.ὁ φθόνος αὐαίνοιτο τεὸν δʼ ἔτι κῦδος ἀέξειῥίζα Βεροιαίου κράντορος Ἠμαθίας.ἐκ πυρὸς ὁ ῥαιστήρ, καὶ ὁ καρκίνος, ἥ τε πυράγρηἄγκεινθʼ Ἡφαίστῳ, δῶρα Πολυκράτεος,ᾧ πυκνὸν κροτέων ὑπὲρ ἄκμονος εὕρετο παισὶνὄλβον, ὀϊζυρὴν ὠσάμενος πενίην.ἁ φόρμιγξ, τά τε τόξα, καὶ ἀγκύλα δίκτυα ΦοίβῳΣώσιδος, ἔκ τε Φίλας, ἔκ τε Πολυκράτεος.χὠ μὲν ὀϊστευτὴρ κεραὸν βιόν, ἁ δὲ λυρῳδὸςτὰν χέλυν, ὡγρευτὴς ὤπασε πλεκτὰ λίνα·ἀλλʼ ὁ μὲν ὠκυβόλων ἰῶν κράτος, ἁ δὲ φέροιτοἄκρα λύρας, ὁ δʼ ἔχοι πρῶτα κυναγεσίας.κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας,βότρυ, Διωνύσου πληθόμενος σταγόνι·οὐδʼ ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσαφύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον·οὐ μόνον ὑψηλοῖς ἐπὶ δένδρεσιν οἶδα καθίζωνἀείδειν, ζαθερεῖ καύματι θαλπόμενος,προίκιος ἀνθρώποισι κελευθίτῃσιν ἀοιδός,θηλείης ἔρσης ἰκμάδα γευόμενος·ἀλλὰ καὶ εὐπήληκος Ἀθηναίης ἐπὶ δουρὶτὸν τέττιγʼ ὄψει μʼ, ὦνερ, ἐφεζόμενον.ὅσσον γὰρ Μούσαις ἐστέργμεθα, τόσσον Ἀθήνηἐξ ἡμέων ἡ γὰρ παρθένος αὐλοθέτει.Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμακεῖται ἐν Ὀρτυγίῃ τόξα παρʼ Ἀρτέμιδι,οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα. νῦν δὲ πέπαυται,αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια,τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ;